# In Platonis Timaeum Commentaria 2.239.1

Proclus, In Platonis Timaeum Commentaria, 2.239.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.239.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.239.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36B] μόν ἔχούσης τοὺς ὅρους ἕξ καὶ πεντήκοντα καὶ διακοσίων πρὸς τρία καὶ τετταράκοντα καὶ διακόσια [36B]. Τί μὲν ἐστὶ τὸ λείμμα τοῦτο καὶ ὅντινα λόγον ἔχει καὶ πῶς ἐμμελὲς ἂν μετὰ τῶν ἄλλων συνταχθὲν γίνεται ἐναρμόνιον, διὰ τῶν μαθημάτων δῆλον. ἔστι δὲ τι καὶ ἐν τῷ παντὶ τοιούτων, ὡς ἐν ὀλίγῳ, χωρὶς τῆς εἰρημένης κατὰ τὴν τετραμερίαν τοῦ ὅλου τομὴν ἐμφάσεως τοῦ λόγου τοῦ λείμματος ἐν τοῖς ἐσχάτοις τῶν περιεχομένων ζῴων ἐνόντος· ἀφ’ ἑκάστης γὰρ τῶν σφαιρῶν ἀπόρροιαί τινες καθήκουν εἰς τὰ ὑπὸ γῆν καὶ αὐτῶν τῶν στοιχείων συμμιγεῖς τινες ὑποστάθμαι, πολὺ μὲν τὸ ταραχώδες ἔχουσαι καὶ σκοτεινὸν καὶ ξυνλον, συντελοῦσαι δὲ ὅμως καὶ αὐταὶ πρὸς τὴν ὅλην τοῦ κόσμου σύστασιν καὶ ἁρμονίαν. τούτων δὴ τὴν αἰτίαν ἐν τῇ ὅλῃ ψυχῇ τιθεὶς ὁ Πλάτων λείμμα κέκληκεν αὐτήν, ὅ δὴ τῆς ἐσχάτης ὀρέσεως ἐστὶ σημαντικόν· ὅπου γὰρ καὶ θεῶν τῶν ἀκροτάτων δυνάμεις περὶ ἐκεῖνον τὸν τόπον οἱ θεολόγοι τάττουσιν, οὕτω τοῦ Διὸς κάκεινα κοσμησάντος, ὡστ’ ἐπιτήδεια ποιῆσαι πρὸς μετουσίαν θεῶν τηλικούτων, τί χρή οἴεσθαι περὶ τῆς τοῦ παντὸς ψυχῆς; ἀφ’ οὐχὶ πολλῷ μᾶλλον αὐτὴν καὶ κοσμεῖν τοῦτο τὸ δοκοῦν ἄτακτον εἶναι πᾶν καὶ αἰτίαν ἔχειν τῆς ὑποστάσεως αὐτοῦ καὶ κατ’ ἐκείνην αὐτὸ διατάττειν δεόντως; καὶ πῶς ἂν ἡ ἄρχου τοῦ παντὸς ἡ πάντα κατὰ νοῦν ἄγοι μὴ καὶ τὸ ἄτακτον τάττουσα καὶ τὰ ἐσχάτα συναρμόζουσα πρὸς τὴν μίαν τοῦ κόσμου ζωήν; εἰ δὲ καὶ ἐν τῷ δημιουργῷ προϋπάρχει καὶ τούτων τὰ αἴτια, καθάπερ φησὶν Ὀρφεύς [frg. 123, 31]·

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
