# In Platonis Timaeum Commentaria 2.241.1

Proclus, In Platonis Timaeum Commentaria, 2.241.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.241.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.241.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36B] γένεσιν. ταῦτα δ’ οὖν πάντα ἐνιαίως ἡ ψυχὴ περιελήφχε τῷ τοῦ λείμματος λόγῳ, καὶ πρὸς τούτοις ἡ τῶν μονάδων ἐννεάς, ἣν ὁ τριά παρέχεται καὶ ὁ ἕξ, τὸ πέρας ἐνεδείκνυτο τῶν ψυχικῶν λόγων· ἀφ’ ἑκάστου γὰρ ἀπὸ μονάδος εἰς ἐννεάδα προεληλυθᾶσι καὶ ἀπὸ μονάδων ἐπὶ δεκάδας καὶ ἀπὸ τούτων ἐπὶ τὰς ἐκατοντάδας· τριαδικὴ γὰρ ἦν ἡ πᾶσα πρόὁδος τῆς ψυχῆς καὶ ἡ ἀπὸ τῆς δημιουργικῆς αἰτίας ἐκφανσις κατὰ τε τὴν οὐσίαν καὶ κατὰ τὴν ἀρμονίαν, ὥσπερ καὶ πρότερον εἴπομεν [p. 224s]. τὸ μὲν οὖν λείμμα τίνος ἐστὶν ἐν τῇ ψυχῇ δηλωτικόν, εἴρηται. Πᾶν δὲ τὸ διάγραμμα τὸ ψυχογονικὸν ὅρους μὲν ἔχει τριάκοντα καὶ τέτταρας ἢ ἕξ καὶ τριάκοντα διὰ τὴν ἀποτομήν. καὶ εἰ μὲν ἕξ καὶ τριάκοντα τοὺς ὅρους ἔχει, προσήκων ἐστὶν ὁ ἀριθμὸς τῇ ψυχῇ, ὡς ἀπὸ τῆς ἑξάδος εἰς ἑαυτὴν εἰσελθούσης γενοῦς, πάλαι τῆς ἑξάδος ἀνειμένης αὐτῇ, διότι πρώτη ἐστὶν ἀρτιοπέρισσος, ὡς ἡ ψυχὴ τῶν ἀμερῶν μέση καὶ μεριστῶν, ὧν τοῖς μὲν τὸ περίσσοιν οἰκεῖον, τοῖς δὲ τὸ ἄρτιον, καὶ ὅτι κυκλικὴ ἐστιν, ὡς καὶ ἡ πεμπὰς· ἀλλ’ ἐκείνη μὲν εἰκὼν τοῦ νοεροῦ κύκλου, ὡς ἀσθενωπός, αὕτη δὲ τοῦ ψυχικοῦ, ὡς θηλυπρεπής. εἰ δὲ τέτταρας καὶ τριάκοντα, πάλιν συμβαίνει πρὸς τὴν ψυχὴν καὶ οὕτος ὁ ἀριθμός, εἴπερ μονὰς μὲν ὁ νοῦς ὡς ἀμερής, δεκάς δὲ ὁ κόσμος, ἢ δὲ ψυχὴ τετράς· διὸ καὶ ὁ πᾶς ἀριθμὸς μονάδος ἐκ κενθμῶνος προῆλθε τετράδ’ ἐπὶ ζαθήνην, ἢ δὴ τέκε μητέρα πάντων ἄτροπον, ἀκαμάτην, δεκάδα κλείουσί μιν ἀγνὴν· τετράς δὲ πλευρῶν ἔχει δυάδα, καὶ δις τετραγωνισθεῖσα καὶ προσλαβοῦσα τὴν πλευρὰν ποιεῖ τὸν εἰρημένον ἀριθμόν, μίμημα ὄντα τῆς ψυχῆς ἀφ’ ἑαυτῆς τε καὶ μετὰ τῆς οἰκείας γονίμου δυνάμεως ἑαυτὴν πληθουούσης. εἰ δὲ καὶ ἐκ τοῦ δευτέρου σύγκειται ἐπογδόου, τοῦ δεκαἕξ καὶ τοῦ δεκαοκτώ,

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
