# In Platonis Timaeum Commentaria 2.247.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.247.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.247.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.247.1-2

E κινούμενοι, κατ’ οὐσίαν μὲν ἀκίνητοι, κατ’ ἐνέργειαν δὲ ζωτικὴν κινούμενοι, μᾶλλον δὲ ὁμοῦ τὸ συναμφότερον ἔχοντες· αὐτοκίνητοι γάρ εἰσι· τὸ δὲ αὐτοκίνητον ὁμοῦ κινεῖται καὶ ἀκίνητόν ἐστιν· ἑαυτὸ γὰρ κινεῖ· τὸ δὲ κινεῖν ἀκίνητον 5 δυνάμεώς ἐστι. πάσας ἄρα τὰς ἐπιστήμας οὐσιωδῶς ἡ ψυχὴ προεῖληφε· τὴν μὲν γεωμετρίαν κατὰ τὴν ὁλότητα, κατὰ τὸ σχῆμα, κατὰ τὰς γραμμὰς· τὴν δὲ ἀριθμητικὴν κατὰ τὸ πλῆθος καὶ τὰς οὐσιώδεις ἐν αὐτῇ μονάδας, ὡς ἐδείξαμεν ἔμπροσθεν· τὴν δὲ ἀρμονικὴν κατὰ τοὺς λόγους τῶν ἀριθ- 10 μῶν· τὴν δὲ σφαιρικὴν κατὰ τὰς διττὰς περιφοράς· καὶ ὡς ἀληθῶς σύνδεσμος τῶν μαθημάτων οὗτός ἐστιν, οὐσιώδης, αὐτοκίνητος, νοερός, ἡνωμένος, ἀμόρφως καὶ καθαρῶς τὰ πάντα περιέχων, ἀσχηματίστως μὲν τὰ σχήματα, ἡνωμένως δὲ τὰ διωρισμένα, ἀδιαστάτως δὲ τὰ διαστατά· ταῦτα γὰρ 15 προσῆκει τῇ οὐσίᾳ τῆς ψυχῆς καὶ δεῖ πάντα ἐν αὐτῇ τοῦτον τὸν τρόπον θεωρεῖν. καὶ μὴν καὶ ἐκεῖνο λαμβάνειν ἐκ τῶν κειμένων δεῖ τὸ πάντα τὰ δεύτερα τοῖς πρὸ αὐτῶν ἀναλογεῖν καὶ πανταχοῦ προηγεῖσθαι τοῦ πλήθους τὸ ἕν· ὡς γὰρ ἡ τῆς ὑπάρξεως θεωρία τὴν ἀρχὴν ἀπὸ τῆς οὐσίας F 20 ἐποιεῖτο καὶ ἡ τῆς ἀρμονίας τὴν ἀρχὴν ἀπὸ τῆς μιᾶς μοίρας, οὕτω καὶ ἡ περὶ τοῦ σχήματος διδασκαλία τὸ ἕν μήκος προτίθησι τοῖν δυοῖν, καὶ ὡς ἀπὸ τῆς οὐσίας ταυτότης καὶ ἑτερότης, οὕτως ἀπὸ μονάδος τριπλάσιος καὶ διπλάσιος λόγος, ἀπὸ τοῦ ἑνὸς μήκους ὁ τε ταυτοῦ κύκλος καὶ ὁ θάτε- 25 ρον, καὶ ὡς τὰ ἡγούμενα πρὸς τὰ ἡγούμενα, οὕτω τὰ ἐπόμενα πρὸς τὰ ἐπόμενα, καὶ πάντα ἀλλήλοις ὁμόλογα, ἡ οὐσία, ἡ ἀρμονία, τὸ εἶδος, καὶ πανταχοῦ μὲν πάντα διὰ τὸ ὁμόχρουν καὶ ὁμοιομερὲς τῆς ψυχικῆς ζωῆς, μᾶλλον μὴν 214 ἐν <μὲν> τῷ ταυτοῦ κύκλῳ τὸ ταὐτὸν καὶ τὸ τριπλάσιον, 30 ἐν δὲ τῷ θάτερον τὸ θάτερον καὶ τὸ διπλάσιον, καὶ οἱ λόγοι πανταχοῦ μὲν πάντες, ἀλλὰ τρόπον ἕτερον ἐν τε τοῖς πρωτίστοις καὶ ἐν τοῖς δευτέροις, οὐ μὲν νοερῶς καὶ ὀλικῶς

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
