# In Platonis Timaeum Commentaria 2.248.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.248.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.248.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.248.1-2

καὶ ἡνωμένως, οὐ δὲ δοξαστικῶς καὶ διηρημένως καὶ μερικῶς. ταῦτα μὲν οὖν περὶ τούτων. Περὶ δὲ τῆς σχίσεως ταύτης καὶ τῶν δύο μηκῶν ἢ τῶν κύκλων τί ποτε ῥητέον, ἄξιον κατιδεῖν· ὁ μὲν γὰρ θεῖος Ἰάμβλιχος ἄνω που μετεωροπολεῖ καὶ τὰφανῆ μεριμνᾷ, τὴν τε μίαν ψυχὴν καὶ τὰς ἀπ’ αὐτῆς προελθοῦσας δύο· πάσης γὰρ τάξεως ἡ ἀμέθεκτος ἡγεῖται μονὰς πρὸ τῶν μετεχομένων, καὶ ἔστιν οἰκεῖος ἀριθμὸς τοῖς ἀμεθέκτοις καὶ συμφυῆς, καὶ ἀπὸ τοῦ ἑνὸς ἢ δυάς, ὥσπερ ἐπ’ αὐτῶν τῶν θεῶν. καὶ οὖν καὶ ὁ Τίμαιος, φησί, διὰ τῆς ψυχογονίας τὴν μίαν καὶ ὑπερκόσμιον τῷ λόγῳ δημιουργήσας ψυχὴν, ἀφ’ ἧς καὶ ἡ τοῦ παντὸς καὶ αἱ ἄλλαι, τὴν δυάδα παράγει νῦν ἀπὸ ταύτης· ἡ μὲν γὰρ σχῖσις τὴν δημιουργικὴν δηλοῖ διαίρεσιν, ἥτις ἐν ταυτότητι καὶ τελειότητι προέρχεται τὰ αὐτὰ κατὰ δευτέρους ἀριθμοὺς ἀπογεννῶσα, ἡ δὲ κατὰ μήκος διαίρεσις τὴν ἄνωθεν ἀπὸ τοῦ δημιουργοῦ καθήκουσαν πρόοδον. διὰ δὲ τούτων ἀπογεννῶνται ψυχαὶ δύο μετὰ τὴν μίαν, ὧν ἐκατέρα τοὺς αὐτοὺς ἔχει λόγους, καὶ συνάπτονταί τε ἀλλήλαις καὶ ἐν ἀλλήλαις εἰσὶ καὶ διήρηνται ἀπ’ ἀλλήλων διασώζουσί τε τὴν ἀμιγῆ καθαρότητα μετὰ τῆς δι’ ἀλλήλων ἐνώσεως· αὐτοῖς γὰρ ἥνυνται τοῖς ἑαυτῶν κέντροις. καὶ τοῦτό ἐστι τὸ μέσην πρὸς μέσην. ἐπειδή δὲ καὶ αὗται αἱ ψυχαὶ νοεραὶ εἰσι καὶ νοῦ θείου μετέχουσι, πρὶν καὶ οὐρανὸν γενέσθαι κατέκαμψεν αὐτὰς ὁ δημιουργὸς εἰς κύκλον καὶ τῇ κατὰ ταῦτα καὶ ἐν τῷ αὐτῷ κινήσει περιέλαβεν, αὐτὰς τε νοερὰς ποιήσας καὶ νοῦ μεταδούς αὐταῖς θείου καὶ ἐνθεῖς τὴν δυάδα τῶν ψυχῶν εἰς δυάδα νοερὰν κατ’ οὐσίαν αὐτῶν ὑπερέχουσαν. ἡμεῖς δὲ εἴ μὲν καὶ ταῦτα πάντα λέγεσθαι φαμεν ὡς πρὸς τὴν τῶν πραγμάτων θεωρίαν· ἔστι γὰρ ταῦτα καὶ πρὸ τοῦ κόσμου· διὸ καὶ ἐν τοῖς ἐγκοσμίois ἐστὶν ἡ μονάς, εἶτα ἡ δυάς, εἶτα ἡ ἑπτάς· καὶ γὰρ ἐν τῷ παντὶ μία μὲν ἡ τοῦ παντός, δύο δὲ μετ’ αὐτὴν <αἱ> διελούσαι τὸν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
