# In Platonis Timaeum Commentaria 2.249.9

Proclus, In Platonis Timaeum Commentaria, 2.249.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.249.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.249.9

10 αὐτῆς ἐτεκταίνετο· μᾶν τε ὁνομάζων καὶ ταύτην οὐκ ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36B] Ε δοξαστικῶς, ἄλλως μὲν ἐν τῷ ταύτῳ κύκλῳ, ἄλλως δὲ ἐν τῷ ἑτέρου· καὶ γὰρ μονὰς ἐστὶ καὶ δυὰς, μιμουμένη καὶ ταύτῃ τὴν ἑαυτῆς αἰτίαν, ἢ καὶ μονὰς ἐστὶ καὶ δυὰς ὡς πρὸς μονάδα τὸν πατέρα τῶν νοερῶν θεῶν· καὶ γὰρ αὐτὴ μονὰς μὲν ἐστὶν ὡς πρὸς τὸ πᾶν, δυὰς δὲ ὡς πρὸς τὸν νοῦν· ὅλως γὰρ ἡ διαιρέσεις αὐτῇ καὶ ὁ πληθυσμὸς ἀπ’ ἐκείνης ὑπάρχει τῆς θεότητος. προοδὸν γοῦν καὶ πλήθους καὶ πολλαπλασιασμῶν αἰτίον ἐστὶ τὸ ξυογονικόν· διὸ καὶ τῶν φιλοσόφων τινὲς τοὺς θεοὺς ἑξομοιοῦντες τὰ ἀπ’ αὐτῶν τοὺς μὲν νοῦς κατὰ τὸ ἄρρεν γένος τῶν θεῶν, τὰς δὲ ψυχὰς κατὰ τὸ θῆλυ τάττειν ἀξιοῦσι· νοῦς μὲν γὰρ ἀδιαίρετος καὶ περισσοειδής, ψυχὴ δὲ διαιρετὴ καὶ δυοειδής, καὶ ὁ μὲν ταῖς πατρικαῖς αἰτίαις, ἢ δὲ ταῖς γονίμοις ἀνὰ λόγον, καὶ ὁ μὲν τοῦ πέρας ὡν συγγενής, ἢ δὲ τῆς ἀπειρίας. καὶ εἰ μὲ ξοιο, πῶς ἡ ψυχὴ μία καὶ πῶς δυοειδής, εἴποιμ’ ἄν, μία μὲν ὡς αὐτοκίνητος (τοῦτο γὰρ κοινὸν ἀπάσης τῆς ψυχικῆς ζωῆς καὶ τῶν ἐν αὐτῇ μερῶν), δυοειδὴς δὲ κατὰ τὰς διττὰς ζωάς, τὴν τε πρὸς τὰ πρῶτα ἐπιστρεφομένην καὶ τὴν τῶν δευτέρων προνοοῦσαν. καὶ κατὰ μὲν τὸ σύνωδες τὴν μίαν αὐτὴν ἔχειν φήσω ζωήν (καὶ γὰρ τὸ αὐτοκίνητον οὐσία τῆς ψυχῆς), κατὰ δὲ τὸ ταυτόν καὶ ἕτερον διττὰς ἑαυτῆς διορίζειν ζωάς. ἀλλὰ διὰ τί εὐθυγραμμικῶς ὑφίστησι τὴν ψυχὴν πρῶτον, ἔπειτα κυκλικῶς; καὶ τίνα τρόπον ἢ εὐθεία γραμμὴ προσήκει τῇ οὐσίᾳ τῆς ψυχῆς; *** ἀνὰ λόγον τῇ εὐθείᾳ γραμμῇ νοεῖν· ὡς γὰρ ἡ εὐθεῖα γραμμὴ ποθὲν ποὺ πρόεισιν ἀπαρεγκλίτως καὶ ὁρρωμένως — μία γὰρ εὐθεῖα μόνη μεταξὺ δύο σημείων ἐστὶ — καὶ ὡς ἀπειρὸς ἐστὶ τῇ φύσει τῇ ἑαυτῆς, οὕτω καὶ ἡ ψυχὴ γεννᾶται δύναμις οὖσα ἀπειρος· καὶ ὡς τὸ σημεῖον τὸ ἀδιάστατον ἡγεῖται τῆς γραμμῆς, οὕτω δὴ καὶ ὁ νοῦς προηγείται τῆς ψυχῆς,

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
