# In Platonis Timaeum Commentaria 2.25.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.25.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.25.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.25.1-2

πλὴν τοῦ συνδήσαντος τοῖς ὑπ’ αὐτῆς συνδεθεῖσι. προῶν δὴ οὖν ἀπὸ τούτων τῶν αἰτίων ὁ δεσμὸς συνεκτικὸς ἔστι καὶ κοινωνίας αἴτιος καὶ τῆς μιᾶς ἐνώσεως τῶν διακεκριμένων *** ἀρμονίας χορηγὸς καὶ τῆς εἰς ἓν σπευδούσης τῶν διαφόρων συμπνοίας, ἵνα δὴ ταῖς αἰτίαις, ἀφ’ ὧν ἐνδίδεται, παραπλήσιος ᾖ. τούτων δὴ διηρημένων οὕτωσι καὶ ἀφωρισμένων ἐπ’ αὐτὸ τὸ προκείμενον ἐπανέλθωμεν. ἐπειδή γὰρ ἔδει τὸν κόσμον ὄντα γενητὸν ὁρατὸν εἶναι καὶ ἅπτον, δε-δέχεται πυρὸς καὶ γῆς· διότι μὲν ὁρατός, πυρός· καὶ γὰρ τὸ ὁρῶν ἔστιν αἰθερώδες, διὸ καὶ ἀκτῖνας ἀφίησι, καὶ τὸ συνάγον ἀμφότερα φῶς ἔστι, πᾶν δὲ φῶς ἐκ πυρός, οὐ γὰρ ἀπὸ γῆς τῆς τὸ σκότος ἐμπιουύσης, πολλὰ δέ, ὥσπερ εἴρη-ται [p. 8, 22s], τὸ πῦρ. διότι δὲ ἅπτός, γῆς· ἡ γὰρ γῆ τὸ μάλιστα στερεόν· μονιμωτέρα γὰρ καὶ ἀντιτυπωτέρα τῶν ἄλ-λων, τὸ δὲ μάλιστα στερεὸν μάλιστα ἅπτον· ὑπομένει γὰρ τὴν ἀντέρεισιν τοῦ μὴ στερεοῦ μᾶλλον· ἢ ἄρα γῆ μάλιστα ἅπτον. ἔστω οὖν δύο ταῦτα στοιχεῖα πρῶτον ἡμῖν ἐν τῷ παντὶ κείμενα καὶ ἐναντία ἀλλήλοις, τὸ μὲν πῦρ εἴδει καὶ ἄρρενι καὶ τοῖς τοιούτοις ἀνὰ λόγον, ἡ δὲ γῆ θῆλει καὶ ὀλῆ σύστοιχον. τούτων οὖν οὕτως ἀντιδιηρημένων ταῖς οὐ-σίαις, ταῖς δυνάμεσι, ταῖς ἐνεργείαις, ταῖς αἰσθήσεσι, τοῖς τόποις οὐκ ἔσται μία διακόσμησις οὔδ’ εἷς κόσμος, εἰ μὴ δεσμὸς αὐτοῖς ἐγγένοιτο καὶ κοινωνία πρὸς ἄλληλα. δύο γὰρ τινα καλῶς συνίστασθαι τρίτου χωρὶς ἀδύνατον. καὶ ὁ μὲν Πλάτων καθόλου προῆνεγκε τὸν λόγον εἰπὼν τινά· πρόσθες δέ, εἰ βούλει, τὰ παντάπασιν ἐναντία, καὶ ποιήσεις ἀνελεγκτότατον τὸν λόγον καὶ μᾶλλον ὁμολογη-μένον· δύο γὰρ τὰ ἐναντιώτατα συνδραμεῖν ἀλλήλοις εἰς μίαν σύστασιν ἀδύνατον τρίτου χωρὶς. ἡ γὰρ ἑαυτὰ συν-άγει ἢ ὑπ’ ἄλλου συνάγεται. ἀλλὰ μὴν ἐναντία ὄντα καὶ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
