# In Platonis Timaeum Commentaria 2.25.1

Proclus, In Platonis Timaeum Commentaria, 2.25.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.25.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.25.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 31BC] πλῆν τοῦ συνδησάντος τοῖς ὑπ’ αὐτῆς συνδεθεῖσι. προῖδὸν δὴ οὖν ἀπὸ τούτων τῶν αἰτίων ὁ δεσμὸς συνεκτικὸς ἔστι καὶ κοινωνίας αἴτιος καὶ τῆς μιᾶς ἐνώσεως τῶν διαπεριμένων *** ἀρμονίας χορηγὸς καὶ τῆς εἰς ἓν σπευδούσης τῶν 5 διαφόρων συμπνοίας, ἵνα δὴ ταῖς αἰτίαις, ᾗφ’ ὧν ἐνδίδεται, παραπλήσιος ἦ. τούτων δὴ διηρημένων οὕτωσί καὶ ἀφωρισμένων ἐπ’ αὐτὸ τὸ προκείμενον ἐπανέλθωμεν. ἐπειδή γὰρ ἔδει τὸν κόσμον ὄντα γενητὸν ὁρατὸν εἶναι καὶ ἅπτον, δε- 10 δέπται πυρὸς καὶ γῆς· διότι μὲν ὁρατός, πυρός· καὶ γὰρ τὸ ὁρᾶν ἐστὶν αἰθερώδες, διὸ καὶ ἀκτῖνας ἀφίησι, καὶ τὸ συνάγον ἀμφότερα φῶς ἔστι, πᾶν δὲ φῶς ἐκ πυρός, οὐ γὰρ ἀπὸ γῆς τῆς τὸ σκότος ἐμποιοῦσης, πολλὰ δέ, ὥσπερ εἴρηται [p. 8, 22s], τὸ πῦρ. διότι δὲ ἅπτος, γῆς· ἡ γὰρ γῆ τὸ 15 μάλιστα στερεόν· μωνιμωτέρας γὰρ καὶ ἀντιτυπωτέρας τῶν ἄλλων, τὸ δὲ μάλιστα στερεὸν μάλιστα ἅπτον· ὑπομένει γὰρ τὴν ἀντέρεισιν τοῦ μὴ στερεοῦ μᾶλλον· ἡ ἄρα γῆ μάλιστα ἅπτον. ἔστω οὖν δύο ταῦτα στοιχεῖα πρώτων ἡμῖν ἐν τῷ παντὶ κείμενα καὶ ἐναντία ἀλλήλοις, τὸ μὲν πῦρ εἶδει καὶ 20 ἄφρενι καὶ τοῖς τοιούτοις ἀνὰ λόγον, ἡ δὲ γῆ θήλει καὶ ὀλιγύστοιχον. τούτων οὖν οὕτως ἀντιδιηρημένων ταῖς οὐσίαις, ταῖς δυνάμεσι, ταῖς ἐνεργείαις, ταῖς αἰσθήσεσι, τοῖς τόποις οὐκ ἔσται μία διακόσμησις οὐδὲ εἷς κόσμος, εἰ μὴ δεσμὸς αὐτοῖς ἐγγένοιτο καὶ κοινωνία πρὸς ἄλληλα. δύο γὰρ τινὰ καλῶς συνίστασθαι τρίτον χωρὶς ἀδύνατον. 25 καὶ ὁ μὲν Πλάτων καθόλου προσηγγεχε τὸν λόγον εἰπὼν τινὰ· πρόσθες δέ, εἰ βούλει, τὰ παντάπασιν ἐναντία, καὶ ποιήσεις ἀνελεγκτότατον τὸν λόγον καὶ μᾶλλον ὁμολογημένον· δύο γὰρ τὰ ἐναντιώτατα συνδραμεῖν ἀλλήλοις εἰς μίαν σύστασιν ἀδύνατον τρίτου χωρὶς. ἡ γὰρ ἑαυτὰ συν- 30 ἄγει ἢ ὑπ’ ἄλλου συνάγεται. ἀλλὰ μὴν ἐναντία ὄντα καὶ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
