# In Platonis Timaeum Commentaria 2.254.1

Proclus, In Platonis Timaeum Commentaria, 2.254.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.254.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.254.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36 B] ὁ Ξενοκράτης, ἄτομον γραμμὴν τὴν τοιαύτην ἀποκαλῶν· γελοῖον γάρ, εἴ τις ἀδιαίρετον νομίζει μέγεθος· ἀλλὰ δῆλον, ὅτι τὸν λόγον τῆς γραμμῆς τὸν οὐσιώδη γραμμὴν ἤθετο 216 χρῆναι καλεῖν. ὁ δὲ γε Πλάτων δι’ ἐπίκρυψιν τοῖς μαθηματικοῖς τῶν ὀνομάτων οἷον παραπετάσμασιν ἐχρήσατο τῆς τῶν πραγμάτων ἀληθείας, ὥσπερ οἱ μὲν θεολόγοι τοῖς μύθοις, οἱ δὲ Πυθαγόρειοι τοῖς συμβόλοις· ἐστι γὰρ καὶ ἐν ταῖς εἰκόσι τὰ παραδείγματα θεωρεῖν καὶ διὰ τούτων ἐπ’ ἐκεῖνα μεταβαίνειν. πρὸς μὲν οὖν τούτους οὐδὲν ἱκανόν, ἐρωτικοὺς ὄντας· ἐπανέλθωμεν δὲ ἐπὶ τὴν λέξιν καὶ θεωσώμεθα τῶν λεγομένων ἕκαστον. Ἐπειδὴ τοίνυν ἡ ψυχὴ καὶ μία ἐστὶ καὶ διῃρηται κατὰ τὰς ἑαυτῆς μοῖρας καὶ ἐστὶν ἐν καὶ πολλά, ταύτην μὲν αὐτὴν ὡς μίαν προσείρηκε, πᾶσαν δὲ ὡς πλήθος, σύστασιν δὲ ὡς τὸ συναμφότερον, ὅ καὶ δείκνυσιν αὐτῆς διαφέρουσαν τὴν οὐσίαν τῶν τε διωρισμένων καὶ τῶν συνεχῶν· ἐκεῖνα μὲν γὰρ ἄμικτα ἀλλήλοις, ἡ δὲ ψυχὴ καὶ μία ἐστὶ καὶ πλήθος ὁμοῦ καὶ διωρισμένον καὶ συνεχές. ἐπειδὴ δὲ οἱ ψυχικοὶ λόγοι δυοειδεῖς εἰσὶν — ἀμφίστομος γὰρ ἡ ψυχὴ καὶ ἀμφιπρόσωπος κατὰ τὸ B παράδειγμα τὸ ἑαυτῆς, τῷ μὲν ταύτου κύκλῳ τὴν ἀμέριστον οὐσίαν νοοῦσα, τῷ δὲ ἑατέρου τὴν μεριστὴν συνέχουσα — διπλὴν αὐτὴν προσηγόρευκε. διότι δὲ τοὺς αὐτοὺς ἔχει λόγους ἄνω τε καὶ κάτω καὶ οὐχ, ὥσπερ οἴονται τινες, ὡδὶ μὲν τοὺς διπλασίους, ὡδὶ δὲ τοὺς τριπλασίους, κατὰ μήκος αὐτὴν διηρημένην παραδέδωκεν· μόνη γὰρ ἡ τοιαύτη διαίρεσις τοὺς αὐτοὺς πανταχοῦ φυλάττει λόγους. αὕτη δὲ ἡ σχῖσις τὴν δημιουργικὴν τομὴν ἐπιδείκνυσιν οἰκείαν σύσαν τῇ δημιουργῷ· δυνὰς γὰρ παρ’ αὐτῷ κάθηται καὶ νοεραῖς ἀστράπτει τομαῖς, ὡς φησὶ τις θεῶν. καὶ μὴν καὶ τὸ μέσην πρὸς μέσην ἐνδείκνυται τάχα μέν, ὅτι καὶ ἡ διαίρεσις καὶ ἡ συναφὴ τῶν ἀθιγῶν οἰκείως ἐγένετο τῇ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
