# In Platonis Timaeum Commentaria 2.255.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.255.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.255.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.255.1-2

μεσότητι τῇ ψυχικῇ· μέσως γάρ· ἐπεὶ καὶ ἐν νῷ διαιρέσεις ἐστιν, ὅτι καὶ ἡ ἐτερότης, ἀλλὰ πρῶτος καὶ οἷον ἐγκρυφίως καὶ ἀδιαiréτως, καὶ ἐν τοῖς αἰσθητοῖς ἐστι διαιρέσεις, ἀλλὰ κατὰ τὸν ἔσχατον μερισμόν, διὸ καὶ ἡ ἕνωσις ἀμυδρὰ καὶ ἐξίτηλος. ἐν δὲ τῇ ψυχῇ μέσως ἀμφότερα κατὰ τὸ αὐτὴ προσῆκον. καὶ εἰ μὲν περὶ νοῦ διελέγετο καὶ ψυχῆς, εἴπεν ἄν, ὅτι μέσον πρῶτῳ προσέβαλλε, καὶ εἰ περὶ σώματος καὶ ψυχῆς, ὅτι μέσον ἔσχατῷ· ἐπειδή δὲ περὶ τῆς ψυχικῆς δυάδος ἀναδιδάσκει, μέσην μέση προσβεβλησθαι φησι. τάχα δὲ καὶ ὅτι κατὰ τὰ κυρίως μέσα γέγονεν ἡ συναφὴ τῆς ψυχῆς· ἐστὶ γὰρ τὸ τε ἔσχατον τοῦ διανοητικοῦ καὶ τὸ ἀκρότατον τοῦ δοξαστικοῦ μέσα πάσης τῆς ψυχικῆς συστάσεως. ταῦτα δὲ καὶ συνῆπται ἀλλήλοις, καὶ κατὰ ταῦτα γίνεται μία τῶν δύο τούτων ζωῶν ἕνωσις, ἐπεὶ καὶ ἐν πάσσει τάξει τῶν ὄντων αἱ βάσεις τῶν πρώτων συνήρουνται ταῖς τῶν δευτέρων κορυφαῖς. αὐτὸ δὲ τὸ ἐκ τῆς προσβολῆς γενόμενον σχῆμα τὸ X πολλὴν μὲν ἔχει καὶ πρὸς τὸ πᾶν οἰκειότητα καὶ πρὸς τὴν ψυχήν. καὶ ὡς ὁ γε Πορφύριος ἱστορεῖ, παρὰ τοῖς Αἰγυπτίοις ἦν τις τοιοῦτος χαρακτήρ σύμβολον φέρων τῆς κοσμικῆς ψυχῆς, τῷ X κύκλον περιβαλὼν· ἐσήμαινον γὰρ ἴσως διὰ μὲν τῶν εὐθειῶν τὴν δυοειδὴ πρόοδον αὐτῆς, διὰ δὲ τοῦ κύκλου τὴν μονοειδὴ ζωὴν καὶ τὴν κατὰ κύκλον νοερὸν ἐπιστροφὴν. μὴ μέντοι νομίσωμεν, ὅτι διὰ τούτων ὁ Πλάτων τὴν θείαν οὐσίαν οἴεται δεῖν ἀνευρίσκειν· οὐ γὰρ ἀπὸ χαρακτήρων καὶ θέσεων καὶ ἐκφωνήσεων ἢ τῶν ὄντων ἀλήθεια γινώσκεται, καθάπερ οἴονται τινες, ἀλλὰ ταῦτα ἄλλως σύμβολα τῶν θείων ἐστίν, ὥσπερ ἡ τοιάδε κίνησις, οὕτω καὶ σχῆμα τοιονδὶ καὶ χρῶμα, καθάπερ οἱ τελεστικοὶ φασιν· ἄλλοι γὰρ ἄλλοις οἰκεῖοι τῶν θεῶν χαρακτήρες, καὶ ἄλλα πρὸς ἄλλους συνθῆματα πρέποντά ἐστι, καθάπερ δὴ καὶ ἐπὶ τῆς ψυχῆς οὗτος ὁ νῦν προκείμενος· ἢ γὰρ τῶν εὐθειῶν συμβολὴ τὴν ἕνωσιν ἐν-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
