# In Platonis Timaeum Commentaria 2.257.1

Proclus, In Platonis Timaeum Commentaria, 2.257.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.257.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.257.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36BC] 249 φερές, ὡς ἅμα τὸ ἀμέριστον καὶ μεριστόν· αἰωνίως γὰρ ὁ δημιουργὸς ποιεῖ, ὥστε τὰ γινόμενα ὑπ’ αὐτοῦ πάντως ἀεὶ ἐστιν. ἅμα οὖν καὶ τὸ εὐθὺ καὶ τὸ περιφερές ἐστιν ἐν τῇ ψυχῇ, ὅ,τι ποτ’ ἂν ἢ ἐκάτερον. τίνες οὖν οἱ διττοὶ κύκλοι καὶ πῶς οἰκειούται πρὸς τὴν ψυχὴν; εἰ μὲν τοίνυν ἡ οὐσία τῆς ψυχῆς ἀπὸ νοῦ προελθοῦσα τοιαύτη τις ἦν, οἷα παντελῶς ἐστερηθῆναι τῆς νοερᾶς ἰδιότητος, οὐκ ἂν αὐτῇ τὸ κυκλικὸν ἐπροσφεν εἶδος· ἐπεὶ δὲ κατὰ μέθεξιν ἐστὶ νοερὰ καὶ νοῦς ἀνειλημένος καὶ δυοειδής, διὰ μὲν τὸ νοερόν ἐαυτῆς κύκλος ἐστὶν ἀσχημάτιστος καὶ ἀμεγέθης καὶ αὐτόκίνητος, διὰ δὲ τὸ δυαδικὸν διττὸς ὥσπερ λέγεται κύκλος· διττὴ γὰρ αὐτῆς καὶ ἡ πρόοδος, ὥστε καὶ ἡ ἐπιστροφὴ διττή, καὶ διττὸς ὁ λόγος, ὥστε καὶ ἡ νοερὰ μετουσία διττὴ κατὰ τὰς διττὰς ζωάς. ἐπειδή δὲ συνάπτονται μὲν αὐταὶ κατὰ τὴν πρώτην αὐτῶν πρόοδον, προιοῦσαι δὲ διαιροῦνται ἀπ’ ἀλλήλων, μετὰ δὲ τὴν πρόοδον αὐθίς ἐπιστρέφονται πρὸς τὰς ἀρχάς, κατ’ αὐτὸ τὸ τῆς ἐπιστροφῆς ἴδιωμα συνάπτονται πάλιν, τῆς μὲν πρώτης προσβολῆς τὴν μονὴν δηλοῦσης, τῆς δὲ ἀπ’ ἀλλήλων σχίσεως τῆς μετὰ τὴν προσβολὴν τὴν πρόοδον, τῆς δὲ ἐν τῷ κατ’ ἀντικρὺ συνάψεως τὴν εἰς τὸ αὐτὸ πάλιν ἐπιστροφήν· ἢ τε γὰρ θειοτέρα ζωὴ ἢ κατὰ τὴν ἐπιστροφὴν τὸ ἐαυτῆς τέλος συνάπτει πρὸς τὴν ἀρχὴν καὶ ἢ καταδεεστέρα τὸ προελθὸν αὐτῆς ἐπιστρέφει πρὸς τὸ μειναν, καὶ διὰ τοῦτο πρὸς τὸν ἕνα νοῦν αὐτῆς τε καὶ τῆς κρείττονος ζωῆς. ἐκεῖ οὖν ἢ συναφὴ τῶν δύο ζωῶν, κατ’ ἀντικρὺ τῆς προσβολῆς οὖσα, διότι δὴ ἐκείνη μὲν κατὰ τὴν πρόοδον ἢ ἕνωσις αὐτῶν, αὕτη δὲ κατὰ τὴν ἐπιστροφήν. ἐναντία δὲ ἡ ἐπιστροφὴ τῇ προόδῳ, καθόσον ἢ μὲν τῆς ταυτοῦ φύσεώς ἐστιν, ἢ δὲ τῆς ἑτέρας, καὶ ἢ μὲν διαίρεσιν ἐμποιεῖ τοῖς προιοῦσιν, ἢ δὲ συναγωγὸν ὁμοιότητα ἐνδίδωσιν· οὐ γὰρ δεῖ τινων ἀποδέχεσθαι λεγόντων ὄντως εἶναι τοιόνδε τὸ σχῆμα τῆς ψυχῆς ἐκ δύο κύκλων· εἰ μὲν γὰρ ἄπλατεῖς οἱ κύκλοι, πῶς σχίζειν αὐτῶν τὸν ἕτερον δυνατόν, οὐκ ἔχοντα πλάτος; εἰ δὲ κρῖκοι τινές εἰσι, πῶς ἢ ἐξ αὐτῶν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
