# In Platonis Timaeum Commentaria 2.262.1

Proclus, In Platonis Timaeum Commentaria, 2.262.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.262.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.262.1

ἀσωμάτοις τὴν μίξιν τῶν γενῶν θεωρεῖν. ἡ δὲ ἐστὶν οὐ κατὰ σύγχυσιν τῶν εἰδῶν οὔδὲ κατὰ σύμφθαρσιν τῶν δυνάμεων, ἀλλ’ ἐκείνων σωζομένων καθ’ ἑαυτὴν τε καὶ τὴν δι’ ἀλλήλων χώρησιν· αἱ γὰρ φθοραὶ καὶ αἱ τούτων τῶν δυνάμεων ἐλαττώσεις ἐν τοῖς ἐνύλοις εἰσίν, οὐ δυναμένης τῆς ὕλης τὰς διαφόρους ἰδιότητας ἀσύγχυτους ἐν ἑαυτῇ καὶ ἀκραιφνεῖς διαφυλάττειν· ἴδιον γὰρ τῆς μὲν ἀύλου μίξεως τὸ ταὐτὰ καὶ ἡνωμένα καὶ διηρημένα καὶ συγκεκραμένα καὶ ἀμιγῆ διαμένειν, τῆς δὲ ἐνύλου τὸ τὰ μεμιγμένα ἀδιάκριτα ἀπ’ ἀλλήλων εἶναι· κατὰ γὰρ σύμφθαρσιν ἡ μίξις. καὶ ὅτι δυνατόν ἐστιν καὶ τοιαύτας ἀύλους μίξεις, οἷας ἡμεῖς φαμεν, ῥάδιον ὑπομιμνήσκειν ἀπὸ τῶν ἐπιστημῶν, ἀπὸ τῶν φυσικῶν λόγων, ἀπὸ τῶν πολλῶν λαμπάδων· τὰ τε γὰρ πολλὰ φῶτα ἐν ποιοῦντα φῶς ὡς ἀσύγχυτα διαμένει, καὶ οἱ πολλοὶ λόγοι πάντες ὁμοῦ ὄντες καὶ διεκρίθησαν ἀπ’ ἀλλήλων κατὰ τὴν ἑτερότητα τὴν φυσικήν, καὶ αἱ πολλαὶ ἐπιστῆμαι ἐν ἀλλήλαις οὔσαι καὶ ἀμιγεῖς εἰσὶ πρὸς ἀλλήλας. δῆλον δὲ ἐκ τῶν ἐνεργειῶν· τὰ μὲν γὰρ συγκεχυμένα τὰς οἰκείας ἐνεργείας ἀποδιδόναι καθαρῶς ἀδύνατον. αἱ δὲ ἐπιστῆμαι τὰ οἰκεῖα ἐνεργοῦσιν ἑκάστη καθαρῶς ἐφ’ ἑαυτῆς. εἰ τοίνυν τὰ γένη τῆς ψυχῆς ἀύλως μέμιχται, καὶ ἐν ἀλλήλοις ἐστὶ καὶ ἐφ’ ἑαυτῶν ἵδρυται, καὶ τῷ μὲν ἐν ἀλλήλοις εἶναι πᾶσαν ὁμόχρουν ἀποτελεῖ τὴν ψυχήν, διὸ πᾶν μόριον αὐτῆς ἐκ τῶνδε τῶν γενῶν ἐστι, τῷ δὲ ἐφ’ ἑαυτῶν ἵδρυσθαι καὶ τὴν οἰκείαν καθαρότητα διασῴζειν ἄλλα κατ’ ἄλλας αὐτῆς δυνάμεις διαλάμπει καὶ μᾶλλον ἄλλων ἄλλα κρατεῖ· τὸ γὰρ ὁμοιομερὲς πάντη καὶ ὁμοειδὲς ἐν τοῖς δι’ ὅλων κεκραμένοις καὶ συνεφθαρμένοις ἐστίν. ὅπου δὲ καὶ τὸ ἀμιγὲς ἐστὶν ἐν τῇ μίξει καὶ τὸ ἀσύγχυτον ἐν τῇ διαπλοκῇ καὶ ἐν τῇ κράσει τὸ καθαρόν, ἐνταῦθα καὶ ὅλα δι’ ὅλων διήκειν δυνατόν, ἵν’ ἕκαστον μόριον ἐκ πάντων ᾖ, καὶ ἕκαστον ἐφ’ ἑαυτοῦ μένειν, ἵν’ ἄλλο ἐν ἄλλῳ κρατῇ.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
