# In Platonis Timaeum Commentaria 2.263.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.263.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.263.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.263.1-2

διὰ δὴ ταῦτα θαυμαστὸν οὐδὲν δι’ ἀλλήλων ἐν τῇ ψυχῇ πάντων τῶν γενῶν πεφοιτηκότων μετὰ τοῦ σῴζειν τὴν ἑαυτῶν ἰδέαν ὅπου μὲν τὸ ταυτὸν κρατεῖν, ὅπου δὲ τὴν θάτερον φύσιν, τὸ δὲ τῆς οὐσίας γένος εἶναι κοινόν, ἀφορίζον τὴν μίαν μεσότητα τῆς ψυχῆς, καθ’ ἣν ἐστὶ μέση τῆς ἄμεροῦς οὐσίας καὶ τῆς γιγνομένης περὶ τοῖς σώμασι μεριστῆς. μία οὖν ζωή ἐστιν ὡς μία οὐσία, δυοειδὴς δὲ ὡς διπλῇ τοῖς δύο γένεσι. πρὸς μὲν οὖν τὴν ἀπορίαν τοσαῦτα ῥητέον. Ὅτι δὲ καὶ τὸ ἐποιεῖτο κυριώτατα παρέλαβεν, ἵνα πάλιν διασώσῃται τὸ τῆς μεσότητος εἶδος, ὡς ἐν τῷ συνεπληροῦτο [35 C] καὶ ἐν τῷ συνενεγράσατο [35 A], δῆλον· καὶ τὸ ἐπεφήμισε δὲ οἰκειότατα τοῖς προκειμένοις ἐπήνεγκεν· ἐπεὶ γὰρ κατὰ τὸ ἐπικρατοῦν τὰ ὀνόματα κεῖται τοῖς κύκλοις, τὸ ἐπεφήμισε δηλοῖ τὸ μὴ ἀφ’ ὅλης τῆς ὑπάρξεως, ἀλλ’ ἀπὸ τοῦ ἐπικρατοῦντος αὐτοῖς θέσθαι τὴν ἐπωνυμίαν. καὶ τὸ μετὰ τὴν ποίησιν καὶ τὰ ὀνόματα θέσθαι δηλοῖ τὸ τὰ κυρίως ὀνόματα τῆς τῶν πραγμάτων στοχάζεσθαι φύσεως· οὐ γὰρ τὸν μὴ ὄντα ταυτοῦ κύκλον οὕτως ἐπεφήμισεν ὁ δημιουργός, ἀλλὰ τὸν ὑπ’ αὐτοῦ τοιούτων ὑποστάντα. μᾶλλον δὴ ἢ τε ποίησις αὐτοῦ τὴν κυριωτάτην ἔχει τοῦ ὀνόματος αἰτίαν καὶ ἢ τοῦ ὀνόματος θέσις ποιήσις ἐστιν, εἴπερ καὶ ἢ νόησις ἐκεῖ οὐκ ἀποτέτμηται τῆς δημιουργίας, ἀλλ’ αὐτῷ τῷ νοεῖν οἱ θεοὶ ποιοῦσιν· οὕτω γὰρ καὶ αὐτῷ τῷ ὀνοματίζειν ὑφίστασι τὰ πράγματα. καὶ εἰ’ με δεῖ τοῦμὸν εἰπεῖν, ἕξεστι διὰ τούτων συνορᾶν τὰ ἀπόρρητα τῆς Πλάτωνος θεωρίας, ὅτι τὸν δημιουργὸν οὐ μόνον ὀνοματοθέτην παραδέδωκε πρῶτον, τιθέντα τὰ ὀνόματα ταῖς τῆς ψυχῆς αὐτὸν δύο περιφοραῖς, ἀλλὰ καὶ πρὸ τούτων τὸν οὐσιώδη χαρακτῆρα ταύτης ἐκφαίνοντα, τὰς δύο εὐθείας χωρὶς καὶ τὸ ἐκ τούτων γεγονὸς χῖ καὶ τοὺς ἐκ τούτου δύο κύκλους· ὅ δὴ καὶ ἢ θεουργία μετ’ αὐτὸν ἐξέφηνε διὰ τῶν χιασμῶν καὶ τῶν ἡμικύκλων τὸν χαρακτῆρα συμπληρώσασα τῆς ψυχῆς. καὶ ὀνόματα οὖν καὶ χαρακτῆρες ψυχι-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
