# In Platonis Timaeum Commentaria 2.263.1

Proclus, In Platonis Timaeum Commentaria, 2.263.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.263.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.263.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36 C] διὰ δὴ ταῦτα θαυμαστὸν οὐδὲν δι’ ἀλλήλων ἐν τῇ ψυχῇ πάντων τῶν γενῶν πεφοιτηκότων μετὰ τοῦ σῶζειν τὴν ἑαυτῶν ἰδέαν ὅπου μὲν τὸ ταυτὸν κρατεῖν, ὅπου δὲ τὴν διαφέρου φύσιν, τὸ δὲ τῆς οὐσίας γένος εἶναι κοινόν, ἀφορίζον 5 τὴν μίαν μεσότητα τῆς ψυχῆς, καθ’ ἣν ἐστι μέση τῆς ἄμεροῦς οὐσίας καὶ τῆς γιγνομένης περὶ τοῖς σώμασι μεριστῆς. μία οὖν ζωὴ ἐστιν ὡς μία οὐσία, δυοειδὴς δὲ ὡς διπλῇ τοῖς δύο γένεσι. πρὸς μὲν οὖν τὴν ἀπορίαν τοσαῦτα ῥητέων. Ὅτι δὲ καὶ τὸ ἐποιεῖτο κυριώτατα παρέλαβεν, ἵνα πάλιν 10 διασώσῃται τὸ τῆς μεσότητος εἶδος, ὡς ἐν τῷ συνεπιληροῦτο [35 C] καὶ ἐν τῷ συνεκεράσατο [35 A], δήλον: καὶ τὸ ἐπεφήμισε δὲ οἰκειότατα τοῖς προκειμένοις ἐπήνειπεν· ἐπεὶ γὰρ κατὰ τὸ ἐπικρατοῦν τὰ ὀνόματα κεῖται τοῖς κύκλοις, τὸ ἐπεφήμισε δηλοῖ τὸ μὴ ἀφ’ ὅλης τῆς 15 ὑπάρξεως, ἀλλ’ ἀπὸ τοῦ ἐπικρατοῦντος αὐτοῖς θέσθαι τὴν ἐπωνυμίαν. καὶ τὸ μετὰ τὴν ποίησιν καὶ τὰ ὀνόματα θέσθαι δηλοῖ τὰ κυρίως ὀνόματα τῆς τῶν πραγμάτων στοχά- F ζεσθαι φύσεως· οὐ γὰρ τὸν μὴ ὄντα ταυτοῦ κύκλον οὕτως ἐπεφήμισεν ὁ δημιουργός, ἀλλὰ τὸν ὑπ’ αὐτοῦ τοιούτον ὑπο- 20 στάντα. μᾶλλον δὴ ἢ τε ποίησις αὐτοῦ τὴν κυριωτάτην ἔχει τοῦ ὀνόματος αἰτίαν καὶ ἢ τοῦ ὀνόματος θέσις ποιήσεως ἐστιν, εἴπερ καὶ ἡ νόησις ἐκεῖ οὐκ ἀποτέμνεται τῆς δημιουργίας, ἀλλ’ αὐτῷ τῷ νοεῖν οἱ θεοὶ ποιοῦσιν· οὕτω γὰρ καὶ αὐτῷ τῷ ὀνοματίζειν ὑφίστασι τὰ πράγματα. καὶ εἰ με δεῖ τοῦ- 25 μὸν εἰπεῖν, ἕξεστι διὰ τούτων συνορᾶν τὰ ἀπόρρητα τῆς 219 Πλάτωνος θεωρίας, ὅτι τὸν δημιουργὸν οὐ μόνον ὀνοματοθέτην παραδέδωκε πρῶτον, τιθέντα τὰ ὀνόματα ταῖς τῆς ψυχῆς αὐτὸν δύο περιφοραῖς, ἀλλὰ καὶ πρὸ τούτων τὸν οὐσιώδη χαρακτῆρα ταύτης ἐκφαίνοντα, τὰς δύο εὐθείας χω- 30 ρὶς καὶ τὸ ἐκ τούτων γεγονὸς χι καὶ τοὺς ἐκ τούτου δύο κύκλους· ἃ δὴ καὶ ἡ θεουργία μετ’ αὐτὸν ἐξέφηνε διὰ τῶν ἁσμῶν καὶ τῶν ἡμικύκλων τὸν χαρακτῆρα συμπληρώσασα τῆς ψυχῆς. καὶ ὀνόματα οὖν καὶ χαρακτῆρες ψυχι-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
