# In Platonis Timaeum Commentaria 2.265.1

Proclus, In Platonis Timaeum Commentaria, 2.265.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.265.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.265.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36C] σύμβολον ἔχων τῆς θάτερου φύσεως· ἔστι γὰρ ὡς μὲν ἐν τοῖς γένεσι τοῦ ὄντος ὁ μὲν ταυτότητος, ὁ δὲ ἐτερότητος συγγενής, ὡς δὲ ἐν θεοῖς τοῖς νοεροῖς ὁ μὲν τῶν πατρικῶν αἰτίων καὶ συνοχικῶν καὶ ἀτρέπτων, ὁ δὲ τῶν γονίμων καὶ ζωογονικῶν ἐξηρημένος, ὡς δὲ ἐν τοῖς νοητοῖς ὁ μὲν τοῦ πέρατος, ὁ δὲ τῆς ἀπειρίας μᾶλλον μετέχων. ταύτ’ οὖν τὰ ἀπὸ τούτων τῶν τάξεων συνθήματα τὸν μὲν τοιούτου, τὸν δὲ τοῦ ἐναντίου πεπολῆκεν ὀνόματος τυχεῖν. τί οὖν; φαῖν τις ἂν· ἀπόλωλεν ἡ μία οὐσία τῆς ψυχῆς ἐν τῇ διαιρέσει τῶν διττῶν τούτων κύκλων; οὐδαμῶς, φήσομεν· ἐπὶ γὰρ τῶν θείων ἡ διαίρεσις δευτέρα τῆς ἐνώσεώς ἐστι καὶ ἡ πρόοδος μέση τῆς τε μονίμου δυνάμεως καὶ τῆς ἐν τῇ ἐπιστροφῇ τελειότητος. ἀλλ’ ἐπεὶ καὶ μονάς ἐστιν οὐσιωδῶς ἡ ψυχὴ καὶ διὰς καὶ μία καὶ πλήθος, μένουσά τε ἅμα καὶ προϊούσα καὶ ἐπιστρέφουσα, καὶ ἦννται πρὸ τῆς διαιρέσεως, διὸ πρὸ τῶν πολλῶν μοιρῶν ὑπέστη τὸ ἕν ὅλον κρᾶμα τῆς ψυχῆς, καὶ κατὰ τὴν πρόοδον μερισθεῖσα πάλιν ἠρώθη κατὰ τὴν ἐπιστροφήν. ὁ γοῦν ἐλάττων κύκλος ἐν τῷ μεῖζονι περιελήπται· καθάπερ γὰρ ὁ νοῦς περιέχει τὴν ψυχήν, ἐλάμψαν· εἰς αὐτὴν τὸ ἀφ’ ἑαυτοῦ φῶς, οὕτω δὴ καὶ ὁ ταυτοῦ κύκλος ἐνώσεως καὶ τελειότητος τῷ θάτερου μεταδίδωσιν, ἄχοντον μὲν αὐτὸν ἐν ταῖς προνοίαις, ἡνωμένον ἐν ταῖς προόδοις, νοερὸν δὲ πῶς καὶ τοῦτο ἐν τῇ γνώσει τῶν αἰσθητῶν ἀπεργαζόμενος. διὸ καὶ θαυμαστῶς ὁ μὲν τοῖν κύκλοιιν κατὰ τὸ ταυτόν, ὁ δὲ κατὰ τὸ θάτερον καὶ ὑφέστηκε καὶ ὀνόμασται, τὸ δὲ οὐσιώδες ὡς κοινὸν ἀμφοτέρων ἀφείται μηδενὶ τῶν μερῶν ἀποδοθέν. κατὰ τοῦτο οὖν ἡ ψυχὴ μία, δυοειδὴς δὲ κατ’ ἐκεῖνα τρόπον τινὰ ἀντικείμενα ἀλλήλοις.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
