# In Platonis Timaeum Commentaria 2.265.6

Proclus, In Platonis Timaeum Commentaria, 2.265.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.265.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.265.6

28 κατ’ ἐκεῖνα δὲ δυοειδὴς P ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36C] Περὶ τῶν δυνάμεων λοιπὸν τῶν ψυχικῶν ὁ λόγος ἐν τούτοις καὶ τῆς δημιουργικῆς αὐτῶν ἀπ’ ἀλλήλων διακρίσεως· μετὰ γὰρ τὴν οὐσίαν ἡ δύναμις, ἡ δὲ ἐνέργεια τρίτην ἔχει τάξιν, ὡς καὶ ἔμπροσθεν [p. 125ss] εἴπομεν. δεδήλωκε δὲ καὶ αὐτός, φορὰν ταυτοῦ καὶ θάτερον καλέσας, ἀλλ’ οὐκ οὐσίαν, καὶ ἀπὸ τούτων τῶν δύο κύκλων ἄλλας καὶ ἄλλας δυνάμεις ἀπογεννῶν καὶ τὰς ἐνεργείας αὐτῶν ἐπὶ τούτοις ἐξῆς ὁποῖαι τινές εἰσι παραδιδούς. τοιαῦτα δὲ καὶ ἐν τῷ Φαίδρῳ [253D] περὶ τῶν ἵππων ἔλεγε, τοῦ τε ἀμείνονος καὶ τοῦ χείρονος. τί δὴ οὖν ἐνταῦθά φησιν περὶ τῶν δυνάμεων τῆς τοῦ παντὸς ψυχῆς; πρῶτον μέν, ὡς ἔφη, εἰς δύο διαιρεῖ τὰς ὅλας δυνάμεις, τὴν ταυτοῦ λέγω καὶ τὴν θάτερον, τὴν μὲν ἀνὰ λόγον τῷ πέρατι, τὴν δὲ πρὸς τῆς ἀπειρίας οὖσαν. ἔπειτα καὶ τὴν θάτερον διαιρεῖ κατ’ ἄλλας ἰδιότητας καὶ πάλιν εἰς ἐλάττους ἀριθμοὺς συνάγει, καὶ διὰ τῆς ταυτότητος ἐνίζει τὸ πλήθος. ἐπὶ τούτοις τὰ μὲν κρείττω καὶ θειότερα ταῖς κρείττοσι, τὰ δὲ ὑφειμένα ταῖς ὑποδεεστέραις ἀπονέμει δυνάμεσιν, οἷον, εἰ βούλει, τῇ μὲν ταυτοῦ τὸ ἐπὶ δεξιᾷ, τῇ δὲ θάτερον τὸ ἐπ’ ἀριστερᾷ, καὶ τῇ μὲν τὸ πλευρικόν, τῇ δὲ τὸ διαμετρικόν· καὶ γὰρ ἐν ταῖς συστοιχίαις ἐπὶ μὲν τῆς κρείττονος ἐστὶ σειρὰς τὸ ταυτόν, τὸ δεξιόν, τὸ τετράγωνον, τὸ ὀρθόν, ἐπὶ δὲ τῆς λοιπῆς ὡσαύτως τὰ ἐναντία τούτων, τὸ θάτερον, τὸ ἀριστερόν, τὸ ἑτερόμηκες, τὸ ἄλογον. ἡ μὲν οὖν ὅλη διάνοια τῶν προκειμένων τοιαύτη τις ἐστι. Κατίδωμεν δὲ καὶ τῶν πραγμάτων τὴν ἀλήθειαν, ὁποία τις ἐστι, καὶ πρῶτον ἐπὶ τοῦ παντός, εἰ βούλει, λέγωμεν, πῶς ἐν αὐτῷ τὸ δεξιόν ἐστι τοῦτο καὶ ἀριστερόν. οἶδα μὲν οὖν, ὅτι καὶ ὁ δαιμόνιος Ἀριστοτέλης [de caelo β. 2. 285b 16ss] δεξιὸν μὲν τὸ ἀνατολικόν, ἀριστερὸν δὲ καλεῖ τὸ δυτικόν, ἐπειδήπερ ἡ μὲν πρώτη κίνησις ἀπ’ ἀνατολῶν ἐστιν, ἡ δὲ μετὰ ταύτην ἀπὸ δυσμῶν, ἀρχὴ δὲ κινήσεως ἐν πᾶσι ζῴοις τὸ δεξιόν. καὶ κατ’ αὐτὸ γε τοῦτο συμφωνεῖ πρὸς τὴν τοῦ Πλάτωνος παρά-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
