# In Platonis Timaeum Commentaria 2.27.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.27.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.27.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.27.1-2

ὡς γὰρ τοῦ καθ’ αὐτὸ ποσοῦ πηγὴ καὶ ῥίζα ἐστὶν ἡ μονάς, οὕτως τοῦ πρὸς τι παντὸς ἡ ἰσότης, τὴν μονάδος ἔχουσα τάξιν πρὸς τὰς ἄλλας σχέσεις. ἵνα γὰρ παρώμεν <μὲν> τὰς ἄλλας μεσότητας, ἃς οἱ νεώτεροι προστιθέασι, τοὺς Νικομάχους λέγω, τοὺς Μοδεράτους καὶ εἴ τινες ἄλλοι τοιούτοι, περὶ δὲ τῶν τριῶν τὰ νῦν μεσοτήτων εἴπωμεν, ἃφ’ ὧν καὶ ὁ Πλάτων ὑφίστησι τὴν ψυχήν, ἀριθμητικῆς, γεωμετρικῆς, ἁρμονικῆς, ἔξεστι καθορᾶν, ὅπως ἀπὸ τῆς ἰσότητος αὗται πᾶσαι γεννῶνται διὰ τῶνδε τῶν προσταγμάτων. ἡ μὲν ἀριθμητικὴ τοῦτον τὸν τρόπον· πρῶτον πρώτῳ ἴσον ποιῆσαι, δεύτερον πρώτῳ καὶ δευτέρῳ, τρίτον πρώτῳ καὶ δευτέρῳ καὶ τρίτῳ. τριῶν οὖν μονάδων ἐκκειμένων ἔσονται οἱ κατὰ ταῦτα τὰ προστάγματα γεγονότες ὅροι μονὰς δυὰς τριάς ἀριθμητικὴν μεσότητα σώζοντες· αὗτη γὰρ ἐστὶν ἡ ἴσῳ μὲν ὑπερέχουσα κατ’ ἀριθμόν, ἴσῳ δὲ ὑπερεχομένη, καθά φησιν [36 A] αὐτὸς ὁ φιλόσοφος. ἡ δὲ γεωμετρικὴ καὶ αὗτη τοιόνδε τινὰ τρόπον· πρῶτον πρώτῳ ἴσον ποιῆσαι, δεύτερον πρώτῳ ἅμα καὶ δευτέρῳ, τρίτον πρώτῳ ἅμα καὶ δύο δευτέροις καὶ τρίτῳ· τριῶν γὰρ πάλιν οὕσῶν μονάδων γίγνονται διὰ τούτων τῶν προσταγμάτων ὅροι μονὰς δυὰς τετράς γεωμετρικὴν ποιούντες· ἐστὶ γὰρ ἀναλογίας ἴδιον <τὸ> τὸν αὐτὸν λόγον ἐν μειζοσὶ τε καὶ ἐλάττοσιν ὅροις διαφυλάττειν. ἡ δὲ ἁρμονικὴ τρίτην ἔχουσα τάξιν οὕτωσί πως γεννᾶται καὶ αὗτη· τριῶν μονάδων ἐκκειμένων πρῶτον πρώτῳ καὶ δις δευτέρῳ ἴσον ποιῆσαι, δεύτερον δις πρώτῳ καὶ δύο δευτέροις, τρίτον πρώτῳ καὶ δύο δευτέροις καὶ τρισὶ τρίτοις· διὰ γὰρ τούτων τῶν προσταγμάτων ἔσονται ὅροι τριάς τετράς ἕξας ἁρμονικὴν ποιούντες· ἁρμονικὴ γὰρ ἐστὶ μεσότης ἡ ταύτῳ μέρει τῶν ἄκρων ὑπερέχουσα τε καὶ ὑπερεχομένη κατ’ αὐτὸν τὸν Πλατωνικὸν ὁρισμόν [36 A]. πᾶσαι ἄρα αἱ μεσότητες ἀπὸ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
