# In Platonis Timaeum Commentaria 2.271.1

Proclus, In Platonis Timaeum Commentaria, 2.271.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.271.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.271.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36CD] σημαίνει τὴν θείαν καὶ τὴν ἀδιαίρετον ζωήν καὶ τὸ μονοειδὲς ἐν ταῖς δυνάμεσι. καὶ διὰ τί οὖν, φαίη τις ἂν, εἰ τοῦτο κρεῖττον, οὐχὶ πᾶσαν τὴν ψυχὴν ἀσχιστον εἵασεν; ὅτι, φήσω, πάντα ἔδει τὰ εἴδη τὴν ψυχὴν ἔχειν καὶ τοὺς λόγους πάντας καὶ τὰς αἰτίας τῶν ἐγκοσμίων· καὶ τελειότερόν ἐστι τῶν διττῶν κύκλων περιεκτικὸν τοῦ κατὰ μίαν ἀφορισμένου δύναμιν· τὸ μὲν γὰρ οὕτω ταυτόν, ὡς ἐν τῇ ταυτότητι τὴν ἑτερότητα κρυφίως περιέχειν, κρεῖττόν ἐστιν ἢ κατὰ τὴν μεσότητα τὴν ψυχικὴν· τὸ δὲ μετὰ τῆς ταυτότητος καὶ τῆς ἑτερότητος ἐπικρατεῖν προσῆκει τῇ οὐσίᾳ τῆς ψυχῆς· ἔστι γὰρ τὸ μὲν νοητὸν καὶ ὁ νοῦς οἷονε μόνης ταυτότητος κύκλος, τὸ δὲ αἰσθητὸν καὶ ὁ κόσμος ἑτερότητος κύκλος· οὐ μὲν γὰρ ἐκχυφίως ἐστὶν ἡ ἑτερότης, οὐδὲ ἀμυδρὰ καὶ ἐπιπολῆς ἡ ταυτότης· μέση δὲ ἡ ψυχή, διὰς οὖσα καὶ διτοὺς ἔχουσα κύκλους, τὸν μὲν πρὸς τοῦ νοῦ, τὸν δὲ πρὸς τῆς αἰσθητῆς οὐσίας, καὶ λόγους διττούς, τοὺς μὲν νοερούς, τοὺς δὲ κοσμουρούς, καὶ τοὺς μὲν ἐπὶ τὰ ὄντα διαβαίνουτας, τοὺς δὲ τῶν αἰσθητῶν ἐφαπτομένους. Τὴν δὲ ἐντὸς σχίσας ἐξαχὴ ἐπτὰ κύκλους ἀνίσους κατὰ τὴν τοῦ διπλασίου καὶ τριπλασίου διάστασιν ἐκάστην οὖσῶν ἐκατέρων τριῶν κατὰ τἀναντία μὲν ἀλλήλοις προσέταξεν ἵεναι τοὺς κύκλους, τάχει δὲ τρεῖς μὲν ὁμοίως, τοὺς δὲ τέτταρας ἀλλήλοις τε καὶ τοῖς τρισὶν ἀνομοίως, ἐν λόγῳ δὲ φερομένους [36D]. Πρῶτον ἀστρονομικῶς, εἰ βούλει, θεασώμεθα ταῦτα τὰ νῦν ὑπὸ τοῦ Πλάτωνος εἰρημένα (τρόπος γὰρ οὗτος διδασκαλίας ἐμμελῆς), καὶ νοήσωμεν ἂν μὲν καὶ ὁμόχρουν ἑαυτῷ τὸ τῶν πλανομένων βάθος, διότι καὶ μᾶς ἐστὶν ὕλης, ὥσπερ φασιὼ οἱ σοφοὶ τὰ τοιαῦτα, διηρημένον δὲ εἰς τοὺς ἐπτὰ κύκλους ἐναντίως πως ἀλλήλοις φερομένους, εἴτε, ὡς

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
