# In Platonis Timaeum Commentaria 2.275.1

Proclus, In Platonis Timaeum Commentaria, 2.275.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.275.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.275.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36D] τῶν δὲ μερικωτέρων, ἀλλὰ νῦν τὰς ἐνάδας αὐτῶν καὶ τὰς E πρώτας περιοχὰς ὁ Τίμαιος παραδίδωσι, τὰς δὲ ἀπεριγρήτους τῶν θείων λόγων ὑποβάσεις ἀφήσιν· ἕκαστος γὰρ κύκλος πλήρωμα ζωῆς ἐστιν ἰδιαούσης, συνοχικῆς ἢ 5 διαιρετικῆς, ἢ συνδετικῆς ἢ ἀσυναγώγου, ἢ ἄλλης τοιαύτης, καὶ πολλαί τελοῦσιν εἰς αὐτὸν δυνάμεις, αἱ μὲν θεῶν γεννητικαὶ πρώτων καὶ δευτέρων, αἱ δὲ δαιμόνων, αἱ δὲ καὶ μερικῶν ψυχῶν. διὰ τί οὖν, φαίη τις ἂν, οὐχὶ καὶ τῆς οὐσίας ἴδιός τις γένοιτο κύκλος, ὡς τῆς ταυτότητος καὶ τῆς 10 ἑτερότητος; ὅτι, φήσω, τούτων μὲν ἐστιν ἀντίθεσις, ἡ δὲ οὐσία κοινὴ τῆς πάσης ἐστὶ ψυχῆς. μία μὲν οὖν ἐστὶ κατ’ ἐκείνην ἡ πᾶσα, δυοειδὴς δὲ κατὰ τούτους, ὥσπερ καὶ τῶν εὐθειῶν ἡ μία προηγείται ταῖν δυοῖν. καὶ ἡ μὲν μονὰς κάνταῦθα πρὸ τῆς ἑβδομάδος ἐστίν, ὥσπερ καὶ τὸ ἄμερὲς 15 τῆς ψυχῆς ἤγειτο τῆς εἰς ἑπτὰ διαιρέσεως· τῆς δὲ ἑβδομάδος ἡ μὲν εἰς τέσσαρας καὶ τρεῖς διαίρεσις τὸν ἐπίτριτον ἔχει λόγον, πρώτιστον ὄντα τῶν συμφωνιῶν, καὶ ἀριθμοὺς τοὺς πρωτίστους τῶν περιττῶν καὶ ἀρτίων, ἀλλὰ τῶν μὲν τριῶν τὸν μὲν ἀνὰ λόγον τῇ ἀληθείᾳ, τὸν δὲ τῷ κάλλει, τὸν F 20 δὲ τῇ συμμετρίᾳ, ταῖς ἐν προθύροις τοῦ ἀγαθοῦ μονάσιν, ὡς ἐν Φιλήβῳ [64C] μεμαθήκαμεν, τῶν δὲ τεσσάρων τὸν μὲν τῇ στάσει, τὸν στασιμώτατον, τὸν δὲ κινήσει, τὸν εὐκινήτότατον, τὸν δὲ ταυτότητι, τὸν εὐκραέστατον, τὸν δὲ ἑτερότητι, τὸν διαιρετικώτατον. διὰ τί δὲ οὐχὶ καὶ τὰ μερικὰ 25 εἴδη ἐνέθηκεν αὐτὸς τῇ ψυχῇ τοῦ παντός, ἀλλὰ μόνα τὰ γένη τῶν παντοίων εἰδῶν; ὅτι, φήσω, τῇ ὅλῃ δημιουργίᾳ τοῦτο προσήκει· τὸ γὰρ πολυμέριστον τῶν λόγων τῆς μεριστῆς ἐστὶ ποιήσεως, ἥτις ἑκάστην παραλαβοῦσα ψυχὴν 223 εἰς τὰ κοινὰ πάντων γένη τῶν ὄντων διηρημένην, ἐπιδιαρ- 30 θροῦσα τὴν ἐν αὐταῖς ποικιλίαν κατὰ τὴν θεῖαν διαιρετικὴν προάγει τὴν ἑκάστης ἐπιδιαίρεσιν μέχρι τῶν ἀτόμων εἰδῶν· διὸ καὶ λέγεται μεριστὴ καὶ τῆς ὅλης δευτέρα δημιουργίας.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
