# In Platonis Timaeum Commentaria 2.276.1

Proclus, In Platonis Timaeum Commentaria, 2.276.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.276.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.276.1

προσήκοντα οὖν ἡ εἰς τὰ ὅλα γένη τῶν ψυχῶν παραδίδεται διαίρεσις καὶ ἡ ἐκ τῶν ὅλων σύγκρασις πρὸς τὴν ὑποκειμένην δημιουργίαν ὀλιχὴν ὑπάρχουσαν. ἀλλὰ ταῦτα μὲν δῆλα. διὰ τί δέ, φαίη τις ἂν, εἰς τὴν ἀπλανῆ καὶ πλανωμένην πεποιήμεθα τὴν διαίρεσιν μόνην, μᾶλλον δὲ εἰς τὰς 5 δυνάμεις τὰς τούτων παραδειγματικάς, ἀλλ’ οὐχὶ καὶ εἰς τὸ τετράστοιχον; ἡ γὰρ τοῦ παντὸς ψυχὴ κάκεινα συνέχει ταῖς ἑαυτῆς δυνάμεσι καὶ ποδηγεῖ ταῖς ἑαυτῆς κινήσεσιν. εἴρηται μὲν οὖν ὑπό τινων, ὅτι τὸ τετράστοιχον πᾶν ἐν τῷ κύκλῳ συνείληπται τῷ τῆς σελήνης· σμικρὸν γὰρ ἔστιν ὡς πρὸς 10 Β τὸ πᾶν καὶ οἷον πυθμὴν τις τοῦ κόσμου τὸ ἔνυλον· οὕτω γὰρ καὶ ἐν Πολιτείᾳ [X 616D] τὸν ὅλον κόσμον εἰς ὀκτὼ σφονδύλους διεῖλεν, ἐν τῷ ὀγδόῳ πᾶν τὸ ἔνυλον περιλαβών. εἴρηται μὲν οὖν καὶ ταῦτα καὶ εἴρηται καλῶς. ἔτι δ’ ἂν ῥηθείη τελειώτερον, ὅτι διὰ ταύτης τῆς μονάδος 15 τε καὶ ἑπτάδος τῶν κύκλων πάσας περιέχει τὰς τοῦ κόσμου μοίρας· ὡς γὰρ ἐν οὐρανῷ μονὰς ἐστὶ καὶ ἑπτάς, οὕτω καὶ ἐν τῇ σφαίρᾳ τοῦ αἰθέρος ἔστι τὸ ἀνὰ λόγον, τὰ μὲν τῷ ἀπλανεῖ κύκλῳ, τὰ δὲ τῷ πλανωμένῳ σύστοιχα, καὶ διάκοσμος ὅλος καὶ ἐκεῖ μιμούμενος τὸν οὐρανὸν αἰθερίως καὶ 20 ἐν τῷ βάθει τοῦ ἀέρος καὶ ἐν τοῖς ὀγκοῖς τοῦ ὕδατος καὶ ἐν τοῖς κόλποις τῆς γῆς· οὐ γὰρ μόνον ἡ γῆ κατὰ τὸ ἀνὰ λόγον τῷ οὐρανῷ διήρηται, ἀλλὰ καὶ τὰ ἄλλα στοιχεῖα, καὶ ἐν ἑκάστῳ μονάδες εἰσὶ καὶ ἑπτάδες περιληπτικαὶ τῶν ἐν αὐτοῖς διακόσμων καὶ τῶν πληρωμάτων, τῶν τε ἐμπυρίων 25 καὶ τῶν ἀερίων καὶ τῶν ἐνυδρίων. ταύτας οὖν ἀπάσας τὰς μονάδας καὶ τὰς ἑβδομάδας οἱ κύκλοι κατ’ αἰτίαν προειλήφασι τῆς ψυχῆς, τὰς μὲν ὁ ταυτοῦ, τὰς δὲ ὁ θάτερος. καὶ* 30 Γ τοῦτο δοκεῖ μὲν καὶ τοῖς ἐπιστημονικωτάτοις τῶν πώποτε θεολόγων. συγχωρήσεις δ’ ἂν καὶ Πλάτων καὶ ἀπὸ τῆς ἀπλανοῦς καὶ ἀπὸ τῆς πλανωμένης διατείνειν τὰς σειρὰς μέχρι τῶν χθονίων, εἴτε θείας εἴτε δαιμονίας εἴτε μερικῶν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
