# In Platonis Timaeum Commentaria 2.280.1

Proclus, In Platonis Timaeum Commentaria, 2.280.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.280.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.280.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36D] προσθήκων ταῖς διαιρετικαῖς δυνάμεσιν, ὥσπερ δὴ καὶ ἡ ἐπτάς· ἀλλ’ αὕτη μὲν ταῖς ὑπερκοσμίους, ἐκεῖνος δὲ ταῖς ἐγκοσμίους. εἰ δὴ καὶ σύμπασαν τὴν τῆς ψυχῆς σύ-στασιν εἰς τὰς θείας ἀναπέμψειν τάξεις — εἰκόνας γὰρ ἔχει πασῶν — ληπτέον τὴν ἀρχὴν ἀπ’ αὐτῶν τῶν πρώτων περὶ 5 αὐτῆς λόγων, ἐν οἷς ἔλεγε [34 BC] δεδημιουργῆσθαι τὴν ψυχὴν οὐχ ὡς ἡμεῖς φαμεν, νεωτέραν τοῦ σώματος, ἀλλὰ γενέσει καὶ ἀρετῇ προτέραν καὶ πρεσβυτέραν, ὡς δεσπότιν καὶ ἄρχουσαν· ἐκεῖθεν γὰρ ὁρμήθη λέγειν περὶ αὐτῆς ὁ Τίμαιος, τὰ πρεσβεῖα δούς αὐτῇ πρὸς τὴν 10 γένεσιν τῆς σωματικῆς ὅλης συστάσεως. λεκτέον δὴ οὖν ἀνάγεσθαι τὴν πρόοδον αὐτῆς ὡς μὲν ἄρχουσαν καὶ δε-σπότιν εἰς τὴν πάντων ἀρχήν, ὡς δὲ τριπλεκὴ καὶ ἅμα ἡνωμένην ὑπόστασιν λαχοῦσαν εἰς τὴν ἀκρότητα τῶν νοη-τῶν ἀναπέμψωμεν, καὶ ὡς ἐξ οὐσίας καὶ ταύτου καὶ θατέ- 15 ρου γενομένην εἰς πᾶν τὸ νοητὸν ὄντως πλάτος, οὐ τὸ μὲν ἄκρον ἡ οὐσία κατέχει καὶ τὸ ὂν, τὸ δὲ μέσον ὁ αἰὼν τῆς ἐν ταύτῳ διαμονῆς πᾶσιν αἴτιος ὢν, τὸ δὲ πέρας τὸ νοητὸν ζῶον ἑτεροῖσαν ἑαυτὸ ταῖς εἰς τὰ νοητὰ ζῷα προόδοις,

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
