# In Platonis Timaeum Commentaria 2.281.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.281.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.281.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.281.1-2

ἐφήκουνσι τῶν συνεκτικῶν θεῶν, ἡ μὲν ἀπὸ τοῦ πρώτου τοῦ περιέχοντος τοὺς λοιποὺς καὶ καθ’ ἕνα λόγον πάντα συνάγοντος εἰς ἕνα κόσμον καὶ μίαν ἕνωσιν, ἡ δὲ ἀπὸ τοῦ δευτέρου τοῦ τοῖς μὲν ἄλλην, τοῖς δὲ ἄλλην ἐνδιδόντος σύνδεσιν, μείζοσι μὲν μείζονα, ἐλάσσοσι δὲ ἐλάσσονα, ἡ δὲ ἀπὸ τοῦ τρίτου τοῦ τοῖς τρίτοις ἐλλάμποντος ἀφ’ ἑαυτοῦ κοινωνίαν, παρ’ οἷς τὰ μὲν ἐλάττονα κατὰ τὸν ὄγκον ἤνωται μᾶλλον, τὰ δὲ μείζονα ἐλασσόνως· τοῦτο δὴ τὸ τῆς ἀριθμητικῆς μεσότητος ἐξαιρέτον. ὡς δὲ ἰδέαν ἔχουσαν τοιάνδε καὶ διασχημάτισιν καὶ εὐθεία προόδῳ καὶ ἐπιστροφῇ κυκλικῇ χρωμένην, καθ’ ἣν προείπομεν [p. 247s] αἰτίαν, εἰς τὴν τοῦ νοεροῦ σχήματος τριάδα· τὸ γὰρ εὐθὺ πρῶτον ἐκεῖ καὶ τὸ περιφερές, διὸ καὶ ἐν τῇ ἰδέᾳ τῆς ψυχῆς γραμμαί τε παρελαμβάνοντο καὶ κύκλοι μετ’ ἀλλήλων τε καὶ χωρίς. ὡς δὲ δυνάμεις ὑποδεξαμένην μοναδικὰς τε καὶ ἑβδομαδικὰς εἰς τὴν ἑβδομάδα τὴν νοεράν, ὡς δὲ μέσην τῶν τε αἰσθητῶν καὶ νοητῶν καὶ ὡς ἀφομοιοῦσαν τὰ αἰσθητὰ τοῖς νοητοῖς εἰς τὴν ἡγεμονικὴν σειράν· αὕτη γὰρ ἐστὶν ἀφομοιωτικὴ τῶν δευτέρων πρὸς τὰς ἐνιαίας ἀκρότητας. ὡς δὲ ἐνεργοῦσαν ἐνεργείας διττάς, τὰς μὲν προστατίδας τῶν αἰσθητῶν, τὰς δὲ τῶν νοητῶν ἀντεχομένας, πρὸς τοὺς ἀπολύτους, οἱ καὶ ἅπτονται καὶ οὐχ ἅπτονται τοῦ παντός. ταῦτα μὲν οὖν διὰ βραχέων εἰρημένα τοὺς παρακολουθηκότας ὑπομνήσει τοῖς τοῦ καθηγεμόνος ἡμῶν συγγράμμασιν, ἐν οἷς περὶ τούτων ἐκφαίνει τὰ ἀπόρρητα τοῦ Πλάτωνος ὡς νοήματα. Θαυμάζω δὲ ἔγωγε τῶν Πλατωνικῶν ὅσοι τε τὴν ψυχὴν κατὰ μόρια διαιρεῖσθαι νομίζουσιν εἰς τὰς οὐρανίας ψυχάς, τὴν τε μίαν καὶ τὰς ἑπτά (ποῦ γὰρ δυνατὸν ἐπὶ τῶν ἀσωμάτων τοιαύτην γίνεσθαι διαίρεσιν, ἀφανίζουσαν τὸ ὅλον; ἴδιος γὰρ τῶν μεριστῶν ὀγκῶν ὁ τοιοῦτος μερισμός) καὶ ὅσοι παντελῶς ὑπερουρανίους εἶναι νομίζουσι ταύτας τὰς ψυχάς, τοῦ Πλάτωνος εὐθὺς ἐν τοῖς ἔχομένοις

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
