# In Platonis Timaeum Commentaria 2.281.1

Proclus, In Platonis Timaeum Commentaria, 2.281.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.281.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.281.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36D] ἐφήκουνσι τῶν συνεκτικῶν θεῶν, ἡ μὲν ἀπὸ τοῦ πρώτου τοῦ περιέχοντος τοὺς λοιποὺς καὶ καθ’ ἕνα λόγον πάντα συνάγοντος εἰς ἕνα κόσμον καὶ μίαν ἕνωσιν, ἡ δὲ ἀπὸ τοῦ δευτέρου τοῦ τοὺς μὲν ἄλλην, τοὺς δὲ ἄλλην ἐνδιδόντος σύνδεσιν, μεῖζοσι μὲν μεῖζονα, ἐλάττοσι δὲ ἐλάττονα, ἡ δὲ ἀπὸ τοῦ τρίτου τοῦ τοὺς τρίτους ἐλλάμποντος ἀφ’ ἑαυτοῦ κοινωνίαν, παρ’ οἷς τὰ μὲν ἐλάττονα κατὰ τὸν ὄγκον ἤρωται μᾶλλον, τὰ δὲ μεῖζονα ἐλασσόνως· τοῦτο δὴ τὸ τῆς ἀριθμητικῆς μεσότητος ἐξαιρέτον. ὡς δὲ ἰδέαν ἔχουσαν τοιαύδε καὶ διασχημάτισιν καὶ εὐθεία προόδον καὶ ἐπιστροφὴν κυκλικὴν χωμένην, καθ’ ἣν προεείπομεν [p. 247s] αἰτίαν, εἰς τὴν τοῦ νοεροῦ σχήματος τριάδα· τὸ γὰρ εὐθὺ πρῶτον ἐκεῖ καὶ τὸ περιφερές, διὸ καὶ ἐν τῇ ἰδέᾳ τῆς ψυχῆς γραμμαὶ τε παρελαμβάνοντο καὶ κύκλοι μετ’ ἀλλήλων τε καὶ χωρίς. ὡς δὲ δυνάμεις ὑποδεξαμένην μοναδικὰς τε καὶ ἑβδομαδικὰς εἰς τὴν ἑβδομάδα τὴν νοερὰν, ὡς δὲ μέσην τῶν τε αἰσθητῶν καὶ νοητῶν καὶ ὡς ἀφομοιοῦσαν τὰ αἰσθητὰ τοῖς νοητοῖς εἰς τὴν ἡγεμονικὴν σειράν· αὕτη γὰρ ἐστὶν ἀφομοιωτικὴ τῶν δευτέρων πρὸς τὰς ἐννοίας ἀκρότητας. ὡς δὲ ἐνεργοῦσαν ἐνεργείας διττάς, τὰς μὲν προστατίδας τῶν αἰσθητῶν, τὰς δὲ τῶν νοητῶν ἀντεχομένας, πρὸς τοὺς ἀπολίτους, οἱ καὶ ἄπτονται καὶ οὐχ ἄπτονται τοῦ παντός. ταῦτα μὲν οὖν διὰ βραχέων εἰρημένα τοὺς παρακολουθηκότας ὑπομνήσει τοὺς τοῦ καθηγημένου ἡμῶν συγγράμμασιν, ἐν οἷς περὶ τούτων ἐκφαίνει τὰ ἀπόρρητα τοῦ Πλάτωνος ὄντως νοήματα. Θαυμάζω δὲ ἔγωγε τῶν Πλατωνικῶν ὅσοι τε τὴν ψυχὴν κατὰ μόρια διαιρεῖσθαι νομίζουσιν εἰς τὰς οὐρανίας ψυχάς, τὴν τε μίαν καὶ τὰς ἑπτὰ (ποῦ γὰρ δυνατὸν ἐπὶ τῶν ἀσωμάτων τοιαύτην γίνεσθαι διαίρεσιν, ἀφανίζουσαν τὸ ὅλον; ἴδιος γὰρ τῶν μεριστῶν ὄγκων ὁ τοιοῦτος μερισμός) καὶ ὅσοι παντελῶς ὑπερουρανίους εἶναι νομίζουσι ταύτας τὰς ψυχάς, τοῦ Πλάτωνος εὐθὺς ἐν τοῖς ἑχομένοις

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
