# In Platonis Timaeum Commentaria 2.283.4

Proclus, In Platonis Timaeum Commentaria, 2.283.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.283.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.283.4

29 αὐτὴν Q: αὐτὸν P 30 συναφῆς P: φωνῆς Q εἶδος ἐπιδεικνύμενον. ὁ δὲ μέγιστος στοιχεῖόν ἐστι σφαῖρας κατακαμφθεῖσαι γοῦν αἱ γραμμαὶ τὴν σφαῖραν ποιήσουσιν. ἐπὶ δὲ τούτῳ τοῦ ἕξης γράμματος οἱ πυθμένες, δ μ υ, τρεῖς τε ὄντες πάλιν καὶ τετραδικοὶ καὶ διὰ τοῦτο τὸν δώδεκα γεννῶντες, τὰς δώδεκα σφαῖρας ἀποτελοῦσι τοῦ παντός. αὐτὸς δὲ ὁ μέγιστος τῶν πυθμένων δείκνυσι τὴν οὐσίαν αὐτῆς δυοῖν τινων ὀρεγομένην καὶ πρὸς δύο πράγματα ἀνατεινομένην· διὸ καὶ τοῦτο τὸ γράμμα τινὲς καλοῦσι φιλόσοφον· *** αὐτὴν δὲ εἰς τὸ κάτω ὀνειῖσαν ἀμφοτέρων. οὕτω γοῦν εὑρομεν αὐτὸ καὶ ἡμεῖς τὸ υ παρὰ τισὶ τῶν περιττῶν ὀνομαζόμενον, μεταξὺ τέ ἐστι δύο σφαιρῶν, τοῦ τε ψ καὶ τοῦ χ, τούτου μὲν θερμότερον διὰ τὸ πνεῦμα καὶ ζωτικωτέρου μᾶλλον ὄντος, ἐκείνου δὲ ἧττον ἐκάτερον ἔχοντος· ὥστε πάλιν δύο νόων ἐστὶ μεσότης, τοῦ μὲν προτέρου, τοῦ δὲ ὑστέρου, καὶ ὁ μέσος χαρακτήρ τὴν πρὸς ἑκάτερον αὐτῆς οἰκειότητα καὶ σχέσιν δηλοῖ. μᾶλλον μὴν ὁ Πλάτων τὸ χ τῇ ψυχῇ δέδωκε, καίτοι καὶ τοῦ ψ στοιχείου σφαῖρας ὄντος, ἵνα τὸ ἰσορρεπὲς ἐνδείξηται τῆς κινήσεως αὐτῆς, πασῶν τῶν εὐθειῶν ἴσων οὐσῶν ἐν τῷ χ, καὶ οὕτω τὸ αὐτοκίνητον γνώριμον ποιήσῃ τῆς ψυχῆς. εἰ δὲ αὐτῷ τῷ εἶναι παράγει τὴν ψυχὴν ὁ δημιουργός, δῆλον, ὅτι καὶ αὐτὸς ἐν ἀναλογίᾳ τέτακται τοῦ χ· τοῦτο γὰρ ἐστὶν ὁ πρώτιστος νοῦς. διὰ μὲν οὖν τούτων φησίν, ὅτι μέση τίς ἐστιν οὐσία δύο νόων ἡ ψυχὴ προιοῦσα καὶ ἑαυτὴν παράγουσα. καὶ ταῦτα μὲν οὕτω ληπτέον. διὰ δὲ τοῦ τελευταίου γράμματος, τοῦ η, θεατέον τὴν ἄχρι τοῦ κύβου πρόοδον αὐτῆς. εἰ δὲ διὰ τὴν ἑτερότητα τῆς ζωῆς δυνάς ἐστι, διὰ δὲ τὸ τριμερὲς τῆς οὐσίας αὐτῆς τριάς, αὐτόθεν μὲν ἔχει τὸν ἡμιόλιον λόγον, εἰς ἑαυτὴν δὲ εἰσιοῦσα καὶ διὰ τὴν εἴσοδον ταύτην ἐπὶ τὴν τριάδα ποιοῦσα τὴν δυάδα γεννᾷ μὲν τὴν ἑξάδα, συνάπτουσα 30

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
