# In Platonis Timaeum Commentaria 2.287.1

Proclus, In Platonis Timaeum Commentaria, 2.287.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.287.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.287.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36D] ξαντα τὴν ὑπόθεσιν οἴεσθαι καθάπτεσθαι τῆς Πλατωνικῆς θεωρίας. διὸ δὴ ταῦτα μὲν παρήξειν μοι δοκῶ· καὶ γὰρ βιβλίον ἰδίᾳ ἐκδεδοκῶς οἶδα τῶν πρὸς τὸν Τίμαιον Ἀριστοτέλους ἀντιρρήσεων ἐπισκέψεις ποιουμένην, ἐν ᾗ καὶ περὶ τούτων οὐκ ὀλίγα πεπραγμάτευται δεικνύντα μήτε μέγεθος αὐτὸν ὀρθῶς ἐπὶ τὴν ψυχὴν ἀναπέμποντα κατὰ τὸν Τίμαιον καὶ ἐντεύθεν ἀποδεικνύντα μὴ δυναμένην αὐτὴν τῷ μεγέθει μεριστῷ ὄντι νοεῖν τὰ νοητὰ ἄμερῆ ὄντα, καθάπερ οὐδὲ τὸ ἄμερὲς ἐφαρμόσαι τῷ μεριστῷ δυνατόν, μήτε τὰς τοῦ οὐρανοῦ κινήσεις τῆς ψυχῆς οὔσας κινήσεις, ἀλλ’ ἀπ’ αὐτῆς ὁρισταμένας κατὰ τὴν τοῦ Τιμαίου παράδοσιν, μήτε τὸ αὐτὸ πολλάκις νοεῖν τῷ αὐτῷ ἀδύνατον ὄν, ἀλλὰ καὶ ἀναγκαῖον ἐπὶ τῶν μεταβατικῶν νοήσεων, εἴπερ τὰ ἕτε νοητὰ πεπέρασται, καὶ κύκλῳ ἡ νόησις· ταῦτα δ’ οὖν παρήξειν μοι δοκῶ νυνὶ διὰ πλειόνων ἐν ἐκείνῃ τῇ βίβλῳ πεπραγματοευμένα, τῶν δὲ ἐξῆς τοῦ Πλάτωνος ἀφάμενος αὐτοῖς τοῖς τοῦ φιλοσόφου ῥήμασιν προσέχων ἃ μοι δοκεῖ Πλάτων περὶ τῶν πραγμάτων ἐνδείκνυσθαι, παραδώσειν.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
