# In Platonis Timaeum Commentaria 2.288.1

Proclus, In Platonis Timaeum Commentaria, 2.288.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.288.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.288.1

280 # ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36D] λόγον, ὅπως τε ἑαυτὴν κινουῦσα καὶ τὰ ἄλλα κινεῖ παραδιδούς, καὶ ὅπως ἑαυτὴν γιγνώσκουσα γιγνώσκει καὶ τὰ πρὸ αὐτῆς καὶ τὰ μετ’ αὐτὴν. σκοπὸς μὲν οὖν τῶν ὡδησομένων λόγων τοιούτος. ὅτι δὲ οὔτε περὶ πολλῶν ψυχῶν ἐν τοῖς ἔμπροσθεν ἀνεδίδασκεν, ὡς εἴρηκασιν οἱ λέγοντες τὸ μὲν περὶ τῆς οὐσίας τὴν ἄσχετον αὐτῷ πραγματεύεσθαι, τὸ δὲ περὶ τῆς ἁρμονίας τὴν ἐν σχέσει παρ’ αὐτοῖς καλουμένην, τὸ δὲ περὶ τοῦ σχήματος τὴν ἐν κατατάξει, οὔτε περὶ ὑπερκοσμιῶν, ὡς ἄλλοι γεγράφασι, μίαν εἰπόντες καὶ ἑπτὰ ὑπερκοσμίας ψυχὰς αὐτὸν παραγαγεῖν, δεδήλωκεν, οἶμαι, διὰ τούτων ἰκανῶς· τὴν γὰρ κατὰ νοῦν τῷ πατρὶ δεδημιουργημένην ψυχὴν τῷ παντὶ συνῆψεν, ἐντὸς αὐτῆς τὸ σωματοειδὲς τεκνημάμενος. καὶ τοῦτο μὲν καὶ ἐκ τῆς ὅλης προθέσεως δῆλον· περὶ κόσμου γὰρ ἦν ὁ σύμπας λόγος, ἀλλ’ οὐ περὶ ὑπερκοσμιῶν ἀπογεννήσεων. “Ὡς δέ, ὅπως καὶ ἑκάστην τῶν λέξεων σὺν ἀκριβείᾳ προστιθῆσιν ὁ Τιμαῖος· τὸ μὲν γὰρ κατὰ νοῦν δηλοῖ τὸ τε νοῦν εἶναι τὸ παράδειγμα τοῦ παντός (τὸ γὰρ παντελὲς ζῷον νοῦς ἦν νοητός, καθ’ ὃν ὑπέστη τὸ τε πᾶν τοῦτο καὶ ἡ ψυχὴ τοῦ παντός). καὶ τὸ μηδὲν μάτην μήτε πλέον μήτε ἧλαττον ὑποστήναι, πάντα δὲ συμπληρωτικὰ τῆς ψυχικῆς οὐσίας, καὶ τὸ πᾶσαν τὴν δημιουργικὴν βούλησιν ὑποδέχεσθαι τὴν οὐσίαν τῆς ψυχῆς· τὰ μὲν γὰρ ἕνυλα διὰ τὴν ὅλην μερίζει τὸ ἀμέριστον εἶδος καὶ ὡς μερικὸν ὑποδέχεται τὸ ὅλον καὶ ὡς διαστατὸν τὸ ἀδιάστατον, ἡ δὲ ψυχὴ πᾶσαν ὑπεδέξατο τὴν δημιουργικὴν ὡς ὁ δημιουργὸς ἠβούλετο ποιῆσιν. τὸ δὲ τῷ συνιστάντι τὴν καθόλου αὐτῆς ἐνέργειαν· τὸ μὲν γὰρ ‘τῷ συστάντι’ τῆς ἀποπληρώσεώς ἐστι δηλωτικόν, τὸ δὲ τῷ συνιστάντι τῆς ὁμοῦ πάσης ἀεὶ παρουσίας ἐνεργείας. τὸ δὲ πᾶσα ἢ τῆς ψυχῆς σύστασις τὸ μηδὲν ἐκπεφευγέναι τὴν δημιουργικὴν τέχνην, ἀλλὰ τῷ εἴδει καὶ τῇ δυνάμει τοῦ δημιουργοῦ πᾶσαν κεκρατῆσθαι τὴν πρόοδον τῆς ψυχῆς.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
