# In Platonis Timaeum Commentaria 2.29.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.29.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.29.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.29.1-2

τωνος διανοίας. οὐ γὰρ προσδιώρισε, φασίν, ἐν τούτοις, ὅτι δεῖ τὸν αὐτὸν εἶναι λόγον, ἀλλὰ τοσοῦτον εἴρηται μόνον, ὅτι δεῖ τοιαύτην εἶναι σχέσιν τοῦ ἔσχατου πρὸς τὸ μέσον, οἷαν τὸ μέσον ἔχει πρὸς τὸ πρῶτον· τοῦτο δὲ τῶν εἰρημένων πασῶν μεσοτήτων κοινόν. καὶ γὰρ ὡς μονὰς πρὸς δυάδα κατὰ τὴν ἀριθμητικὴν καὶ τὸ ἴσον τῷ ποσῷ, οὕτω πρὸς τριάδα ἡ δυάς· ᾧ γὰρ ἡ δυὰς ὑπερέχεται πρὸς τῆς τριάδος, τούτῳ καὶ ἡ τριάς ἐλασσοῦται τῆς τετράδος. καὶ ὡς μονὰς πρὸς δυάδα κατὰ τὴν γεωμετρικήν, οὕτω δυὰς πρὸς τετράδα· λόγος γὰρ ὁ αὐτός. καὶ ὡς τριάς πρὸς τετράδα κατὰ τὴν ἁρμονικὴν καὶ τὸ μόριον τῆς τριάδος, ᾧ ὑπερέχει αὐτῆς ἡ τετράς, οὕτω τετράς πρὸς ἕξαδα· ᾧ γὰρ ἑαυτῆς ὑπερέχεται μορίῳ παρὰ τῆς τετράδος ἡ τριάς, τούτῳ τῆς ἕξαδος καὶ τοσοῦτω παρ’ αὐτῆς ὑπερέχεται τῆς ἕξαδος ἡ τετράς. οὕτοι μὲν οὖν ταῦτα διατάττονται τοῦ Πλάτωνος ἐναργῶς τὴν γεωμετρικὴν μεσότητα παραλαμβάνοντος· τὸ γὰρ ἀνὰ τὸν αὐτὸν λόγον εἶναι τὸ πρῶτον πρὸς τὸ μέσον καὶ τὸ μέσον πρὸς τὸ τρίτον ταύτης ἐξαιρετόν ἐστι. τριῶν δὲ οὐσῶν τῶν μεσοτήτων, ἀριθμητικῆς, γεωμετρικῆς, ἁρμονικῆς, καὶ τοιούτων οὐσῶν, οἷων εἴπομεν, εἰκῶς ὁ Πλάτων τρία ταῦτα ἔλαβεν ὑποκείμενα, τοὺς ἀριθμοὺς, τοὺς ὄγκους, τὰς δυνάμεις. ἔστι γὰρ ἀριθμητικὴ μὲν ἐν τοῖς ἀριθμοῖς, γεωμετρικὴ δὲ ἐν τοῖς συνεχέσι μᾶλλον, ἁρμονικὴ δὲ ἐν ταῖς δυνάμεσι· περὶ γὰρ ὀξύτητας καὶ βαρύτητας ὑφέστηκε. καὶ οὕτω μὲν ἂν εἴποις διελὼν κατὰ τὴν ἐπικράτειαν. ἔστι δὲ καὶ ἐν ἀριθμοῖς πάσας λαβεῖν καὶ ἐν ὄγκοις καὶ ἐν δυ-νάμεσι. καὶ ὅπως μὲν ἐν ἀριθμοῖς, δῆλον· εἴρηται γάρ. ἀλλὰ μὴν καὶ ἐν ὄγκοις· τριῶν γὰρ μεγεθῶν ἴσων ἐκκει-μένων τοῖς εἰρημένοις τρισὶ προστάγμασι χρῶμενος δύναιο ἂν πλάττειν ἄλλα μεγέθη, νῦν μὲν ἀριθμητικὴν ποιoῦντα, νῦν δὲ ἁρμονικήν, νῦν δὲ γεωμετρικήν. καὶ δὴ καὶ ἐν δυνάμεσι τὸν αὐτὸν τρόπον· ἔστωσαν γὰρ ἴσαι δυνάμεις τρεῖς, οἷον ὑπάται πᾶσαι ὁμότονοι, ποιήσεις δὴ καὶ ἐκ τοῦ-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
