# In Platonis Timaeum Commentaria 2.293.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.293.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.293.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.293.1-2

δης ἀνῆκε καὶ τὸ ἀνόμοιον· ἡ μὲν γὰρ διαπλοκὴ τὴν δι’ ὁμοιότητος εἰς τὸν κόσμον δείκνυσι παρουσίαν· πᾶσα γὰρ κοινωνία καὶ οὐσιῶν καὶ δυνάμεων καὶ ἐνεργειῶν ἀπὸ ταύτης ὑφέστηκεν. ἡ δὲ περικάλυψις τὴν ὑπερβολὴν ἐμφαίνουσα παρίστησιν, ὅπως ἀσύμμετρος ἔστι πρὸς αὐτὸν καὶ διὰ τὴν ἀσυμμετρίαν ἀμέθεκτος· τὸ γὰρ ἀσύμμετρον ἀνόμοιον δήπου πρὸς ὃ ἐστὶν ἀσύμμετρον. τάχα δὲ ἄμφω τὸ συναμφότερον ἔχει· καὶ γὰρ τὸ διαπεπλέχθαι τῶν πῆ μὲν ὁμοίων ἐστί, πῆ δὲ ἀνομοίων, καὶ τὸ περικαλύπτειν ὁμοῦ τῷ ἀχωρίστῳ καὶ τὸ νοερὸν ἐμφαίνει τῆς περιοχῆς, ὃ δὴ καὶ τῷ παντὶ ὑπάρχει δευτέρως· δι’ αὐτὴν γὰρ τὸ πᾶν νοῦν μιμεῖται, πρῶτον ἄγαλμα τοῦ νοῦ γεγόμενον. παρέστιν ἄρα τῷ παντὶ χωριστῶς καὶ ἐλλάμπει τοῖς πᾶσιν αὐτὴ μὴ ἐπιστρεφομένη πρὸς τὰ ἐλλαμπόμενα μηδὲ σχέσιν ἐν αὐτοῖς ἢ κατάταξιν δεχομένη· ταῦτα γὰρ ἀλλότρια τῆς ὅλης ἐστὶ ψυχῆς, διότι δὴ τὸ σῶμα συμπρόεισι τῇ ψυχῇ, καὶ οὐκ αὐτὴ τῷ σώματι, περιέχει δὲ τὸν κόσμον τῇ ἀπειρᾷ αὐτῆς δυνάμει καὶ τῷ ἀδιαστάτῳ πᾶσαν διάστασιν καὶ τῷ ἀμερίστῳ πᾶν τὸ μεριστὸν καὶ τῷ ἀπλῷ τὸ σύνθετον· διὸ καὶ συνήρτηται πρὸς τὴν γέννησιν τῆς ψυχῆς ἡ δημιουργία τοῦ σώματος, ἀλλ’ οὐκ ἔμπалиν. ἡγεῖται οὖν ἡ οὐσία τῆς ψυχῆς ὡς τῷ νῷ συγγενεστέρα, καὶ τὸ σῶμα ὡς ἀπ’ αἰτίας ἐξήρτηται τῆς ψυχῆς. τί οὖν; ἔτι τὴν διαπλοκὴν τοιαύτην ἀνεξόμεθα λέγειν, οἷαν τινὲς λέγουσιν, ὡς μερισταῖς δυνάμεσι καὶ ἐντελεχείαις καὶ ζωαῖς ἀχωρίστοις τῆς ψυχῆς τῷ σώματι παρουσίας; μηδαμῶς· δευτέρα γὰρ ἐστὶν ἡ τοιαύτη πᾶσα διανομὴ τῆς μιᾶς ψυχῆς· ἐπεὶ καὶ ἐφ’ ἡμῶν ἄλλως μὲν ἡ ἐντελέχεια ψυχοῖ τὸ σῶμα, ἄλλως δὲ ἡ χωριστή, ἡ μὲν μεριζομένη περὶ τοὺς ὄγκους, ἡ δ’ ἐφ’ ἑαυτῆς ἰδρυμένη καὶ ἀμερίστως παροῦσα ἢ αὐτὴ πανταχοῦ καὶ ταῖς ἀμερίστοις ἑαυτῆς δυνάμεσι συνέχουσα τὰς μεριστὰς ζωάς. Εἰ δὲ εἴ χρὴ τῆς ὅλης ψυχῆς ἐπαξίως λέγειν, ἔνωσις ἐστὶν ἀμιγὴς τοῦ σώματος πρὸς τὴν ψυχὴν ἢ διαπλοκὴ καὶ κοι-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
