# In Platonis Timaeum Commentaria 2.295.4

Proclus, In Platonis Timaeum Commentaria, 2.295.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.295.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.295.4

31 possis ἀνεγείρασα 33 ἐνεργοῦσα D τοῦτον Q: τοῦτο D ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36 E] τέρας ἑαυτῆς γνωστικὰς δυνάμεις καὶ ἀεὶ διὰ τῶν ὑπερτερόων τὰς ὑφεμένας. πολλῷ οὖν πρότερον ἢ τοῦ παντὸς ἥρξατο θείαν ἀρχὴν τῆς ἔμφρονος ζωῆς κατ’ αὐτὸ ἐνεργήσασα πρῶτον, εἶτα κατὰ τὸ διανοητικόν, ἄνωθεν καὶ τοῦτο κινήσασα καὶ ποιήσασα θεοειδές. τούτῳ δὲ ἐπεται τὸ ἅπαν- 5 στον τῆς ἐνεργείας· τὸ μὲν γὰρ γενητὸν καὶ τὸ ἐν χρόνῳ προβάλλων τὴν θείαν ἐνέργειαν ἀπὸ τῶν ἀτελῶν ἐπὶ τὸ τέλειον ὀδεύειν πέφυκε, τὸ δὲ ἀπὸ τῶν τελειοτάτων καὶ θείων ἐνεργειῶν ἀρχόμενον οὔτε παύεται ποτε τῆς ἐνεργείας οὔτε τῶν κατὰ χρόνον ἐστιν ὑφεστηκότων. εἰ ἄρα θείαν ἀρχὴν 10 ἥρξατο τῆς ἐνεργείας ἢ ψυχὴ τοῦ παντός, ἀπαύστως ἐνεργεῖ καὶ ἀεὶ καὶ ὁσαύτως· τὸ γὰρ κατὰ χρόνον τὴν ἑαυτοῦ τελειότητα δεχόμενον ἀπὸ τῆς ἀτελοῦς ἄρχεται καὶ οὐκ ἀπὸ τῆς θείας ἀρχῆς. τούτῳ δὲ πάλιν ἀκόλουθόν ἐστι τὸ ἔμφρονα εἶναι τὸν βίον τῆς θείας ψυχῆς· εἰ γὰρ ἄπαυστός 15 ἐστιν ὁ βίος αὐτῆς, κατὰ νοῦν ἀφορίζεται καὶ φρόνησιν· τριῶν γὰρ ἐν τι φήσομεν, ἢ ἀεὶ ἔμφρονα εἶναι τὸν βίον αὐτῆς, ἢ ἀεὶ ἄφρονα, ὁ μηδὲ θέμις εἰπεῖν, ἢ ποτὲ μὲν οὕτως, ποτὲ δὲ ἐκεῖνως. τῷ ἀπαύστῳ δὲ *** λείπεται ἄρα τὸν ἔμφρονα βίον ἐπὶ τῆς θείας ψυχῆς ἀπολιπεῖν· ἐστι γὰρ 20 καὶ ἄλλως τὸ μὲν ἔμφρον αὐτῇ πρέπον ὡς μετεχούση τῆς θείας φρονήσεως, ὁ δὲ βίος ὡς ἀνειπτούση τὸ ἀμερὲς τῆς νοερᾶς ζωῆς καὶ ὡς παρᾶτασιν ἐν ταῖς ἐνεργείαις ἔχουση καὶ μετάβασιν ἐν ταῖς κινήσει· ψυχῆς γὰρ οἰκειότατος ὁ βίος. εἰ δὲ ποτε καὶ ἐπὶ νοῦ λέγοιτο, καθάπερ ἐν Φιλήβῳ 25 λέγεται τις τοῦ νοῦ βίος, ἄλλος δὲ τῆς ἡδονῆς, τὴν ἰδιότητα σημαίνει τῆς ζωῆς· δύο γὰρ ὁ βίος ταῦτα δηλοῖ, τὸ τε ἴδιον ἑκάστου τῆς ζωῆς εἶδος καὶ τὴν ἀνέλιξιν τῆς αἰρέσεως, ἀφ’ ἧς ἔχει τὴν πρόοδον. λέγεται οὖν κυρίως μὲν ἐπὶ τῶν ψυχῶν· ἐν ταύταις γὰρ ἢ ἀνέλιξις· ἐστι δὲ ὅτε καὶ 30 ἐπὶ νοῦ, τὴν ἰδιότητα τῆς ζωῆς δηλούντων ἡμῶν. ἀλλὰ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
