# In Platonis Timaeum Commentaria 2.298.1

Proclus, In Platonis Timaeum Commentaria, 2.298.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.298.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.298.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36E] καὶ διαφέρετον ψυχὴ καὶ νοῦς — ἀλλὰ κατὰ πλεῖω ποιοῦνται τὴν τῶν νοουμένων ἀντίληψιν· δεῖ γὰρ ἐγγυτέρω τοῦ νοῦ ὁρῶνς τοῦ ἄμα πάντα νοοῦντος πλεῖω ἄμα νοεῖν· ἡ δὲ τοῦ παντὸς πρώτη τῶν καθ’ ἕν ἐστι νοουσῶν, ὁ καὶ ἐποίησεν αὐτὴν ἐγκόσμιον· ταύτῃ γοῦν διestάσιν αἱ ἐγκόσμιαι πᾶσαι τῶν ὑπερκοσμιῶν· νοοῦσα δ’ οὖν καθ’ ἕν ἔχει τὴν ἀποκατάστασιν κατὰ τὸν ὅλον χρόνον τὸν περιέχοντα τὴν τοῦ θείου γεννητοῦ περίοδον, καὶ κατ’ ἐκεῖνο μὲν ὑφεῖται τῶν ὑπερκοσμιῶν ψυχῶν, κατὰ δὲ τοῦτο πασῶν ὑπερέχει τῶν ἐγκοσμιῶν· πᾶσαι γὰρ ἐν μέρει τοῦ ἑνὸς ἐν τῷ παντὶ χρόνῳ τὰς ἀποκαταστάσεις ἔχουσιν, ἄτε καὶ μερικώτερα ἀνελίττουσαι, ἡ δὲ νοερὰ τοῦ ἑνὸς νοητοῦ κόσμου νοοῦσα καὶ ἐκπεριουσοῦ τῷ ὅλῳ χρόνῳ συμπεραίνει τὴν ἑαυτῆς περίοδον· δεῖ γὰρ κόσμου ψυχὴν ὁρῶνς τὸ κοσμικὸν αὐτῆς ὅλον νοητὸν ἀνελίττειν καὶ διὰ τοῦτο κατὰ τὸν τέλειον ἀριθμὸν τῆς κοσμικῆς περιόδου ποιείσθαι τὴν νοητικὴν ἑαυτῆς ἀποκατάστασιν, καθ’ ὃν ποιεῖται καὶ τὴν σωματικὴν ὅλην περίοδον· μιμεῖται γὰρ τοῦτο τὸ πᾶν τὴν ἀφανῆ περίοδον ἐκείνης διὰ τῆς οἰκείας σωματικῆς ἀνακυλήσεως καὶ συνυποκαθίσταται τοπικῶς τῇ ἀποκαταστάσει τῇ ἐκείνης, ἥν ποιεῖται νοητικῶς, καὶ τοῦτ’ ἐστὶ τὸ ἐξαίρετον τῆς κοσμικῆς ψυχῆς, ὁ καὶ ὁ Πλάτων ἀπέφηνεν ἐν τούτοις τοῖς παρέπεσθαι δυναμένοις. ἀλλὰ τοῦτο μὲν οὕτωσι διηρθρωμένως ἀκουσόμεθα. πάλιν δὲ ζητητέον, τίς ἐποίησεν ἐν τῇ ψυχῇ μεταβατικὴν κίνησιν καὶ νόησιν μὴ μένουσαν ὡς τὴν τοῦ νοῦ καὶ χρόνον ἀντὶ αἰῶνος· καὶ λεκτέον, ὅτι ὡς τὴν οὐσίαν ἔχει μεριστήν, οὕτω καὶ τὴν ζωὴν αὐτὴν ἔχει οὐ μίαν, ἀλλὰ συνδηρημένην τῇ οὐσίᾳ, καὶ τὴν νόησιν ὡσαύτως· οὐσιωμένη γὰρ ἐστιν ἀντὶ οὐσίας καὶ ἐζωωμένη ἀντὶ ζωῆς καὶ νενοημένη ἀντὶ νοῦ, μετέχουσα τούτων πρώτως ὡς πρὸ ψυχῆς ὄντων. ἐκεῖ μὲν οὖν ἡ οὐσία μία καὶ ἡ ζωή, καὶ ἡ νόησις τῆς οὐσίας ἀμερὴς ὡς ἡ οὐσία καὶ ἐφαρμόζουσα πρὸς αὐτὴν οὐκ ἔχει μεταβάσειν ὡς σημείω σημείον· ἡ δὲ τῆς ψυχῆς ζωὴ καὶ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
