# In Platonis Timaeum Commentaria 2.303.1

Proclus, In Platonis Timaeum Commentaria, 2.303.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.303.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.303.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36E 37A] 295 Ἀπολλωνιακή, καὶ ἀπ’ αὐτῶν ἡ ψυχὴ πληρουμένη λογισμοῦ μετέχει καὶ ἀρμονίας. καὶ εἰ δεῖ τὸ δοκοῦν διαφρήδην λέγειν, τριχῶς τὴν ἀρμονίαν νοητέον, ἢ τὴν αὐτοαρμονίαν, ἢ τὸ πρώτως ἡρμοσμένον καὶ καθ’ ὅλον ἑαυτὸ τοιούτον ὄν, ἢ τὸ δευτέρας ἡρμοσμένον καὶ πῇ μετέχον ἀρμονίας, καὶ τὴν μὲν ἀποδοτέον τῷ νῷ, τὴν δὲ τῇ ψυχῇ, τὴν δὲ τῷ σώματι. τριχῶς δὲ καὶ τὸν λογισμὸν, τὸν μὲν πρωτοουργόν, τὸν δὲ κατὰ μέθεξιν, τὸν δὲ κατ’ ἔμφασιν· ἔστι γὰρ τι λογισμοῦ καὶ ἐν τισὶ τῶν ἀλόγων ζῴων. ἐπεὶ καὶ τὴν οὐσίαν καὶ τὸ σχῆμα καὶ τὴν δύναμιν τριχῶς νοήσομεν· ἢ μὲν γὰρ πρώτως οὐσία καὶ τὸ πρῶτον σχῆμα καὶ ἡ πρώτη δύναμις ἐν τοῖς νοητοῖς, τὸ δὲ πῇ κατὰ πάντα ταῦτα μετέχον τὸ σωματικὸν ἔστιν· ἔστι γὰρ τι καὶ ἀσχημάτιστον καὶ ἀνούσιον καὶ ἀδύναμον. ἡ δὲ ψυχὴ κατὰ μέθεξιν μὲν ἑκαστὸν ἔχει τούτων, καθ’ ὅλην δὲ ἑαυτὴν μετελήφρεν ὅλη· καὶ γὰρ δεδυνάμωται καὶ ὅλη καθ’ ὅλην ἐσχημάτισται καὶ οὐσιῶται ὁμοίως· οὐ γὰρ προηγεῖται καὶ ἐπ’ αὐτῆς τὸ ἀσχημάτιστον τοῦ ἐσχηματισμένου καὶ τὸ ἀδύναμον τοῦ δυνατοῦ καὶ τὸ ἀνούσιον τῆς οὐσίας· οὐδὲν γὰρ ἂν διαφέροι τῶν ἐνύλων σωμάτων. μετέχει οὖν ἡ ψυχὴ λογισμοῦ καὶ ἀρμονίας καὶ σχήματος καὶ δυνάμεως, καὶ ὅλη μετέχει, τὸ δὲ σῶμα μερικῶς. πάλιν οὖν καὶ ἐκ τούτων ἡ μεσότης αὐτῆς ἀναφαίνεται, καὶ ὡς εἰκῶς εἶπεν αὐτὴν ὁ Πλάτων ὑπὸ τοῦ ἀρίστου γεγονέναι πρώτην καὶ ἀρίστην τῶν γεννηθέντων, καὶ ἄορατον μὲν, πρῶτον δὲ μετέχουσαν τῆς νοητῆς ἀρμονίας. Ἄτε οὖν ἐκ τῆς ταύτου καὶ τῆς θάτερου φύσεως ἐκ τε οὐσίας τριῶν τούτων συγκραθεῖσα μοιρῶν καὶ ἀνὰ λόγον μερισθεῖσα καὶ συνδεθεῖσα, αὐτὴ τε ἀνακυκλουμένη πρὸς ἑαυτήν, ὅταν οὐσίαν σκεδαστὴν ἔχοντός τινος ἐφάπτηται καὶ ὅταν ἀμέριστον, λέγει κινουμένη διὰ πάσης αὐτῆς [37A].

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
