# In Platonis Timaeum Commentaria 2.305.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.305.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.305.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.305.1-2

οὔτε γὰρ τῇ πρὸς τὰ νοητὰ τῶν αἰσθητῶν οὔτε τῇ πρὸς τὰ αἰσθητὰ τῶν νοητῶν ἑφάπτεται. ταῦτα δὲ ἦν ἄμφω, τὸ τε ἅπτεσθαι καὶ τὸ μὴ ἅπτεσθαι, ἀπολύτων ἴδια θεῶν, ὡς ὁ Παρμενίδης ἐδίδασκεν. ὀρθῶς ἄρα πρότερον [p. 296, 12s] ἐλέγομεν κατὰ τὰς ἐνεργείας αὐτὴν ἐκείνοις εἰκάσθαι τοῖς θεοῖς, ὡς ἔχει κατ’ οὐσίαν γνωστικὰς τῶν τε πρὸ αὐτῆς καὶ τῶν μετ’ αὐτήν. περὶ δ’ οὖν τούτων ὄντος τοῦ λόγου πρῶτον ἡμᾶς ὑπομνῆσαι βούλεται τῶν προειρημένων, οὐ πάρεργον ποιούμενος τὴν ἀνάμνησιν, ἀλλὰ συντελοῦσαν τοῖς ὀφθησομένοις· ἐκ γὰρ τούτων καὶ ἐκεῖνα τὴν πρέπουσαν ἔξει διάρθρωσιν. ἦν δὲ τὰ προειρημένα ταῦτα· τὸ περὶ οὐσίας τῆς ψυχῆς, τὸ περὶ ἁρμονίας, τὸ περὶ τοῦ εἴδους, τὸ περὶ τῶν δυνάμεων. ταῦτ’ οὖν ὁ Πλάτων ἀνακεφαλαιοῦμενὸς φησιν, ὅτι συγκέκρατο μὲν ἡ ψυχὴ πάντως ἐκ τριῶν μοιρῶν, οὐσίας, ταύτου, θάτερον, καὶ εἴρηται, τίς ἡ σύγκρασις, καὶ ὅτι ζωογονική (μετὰ τοῦ δημιουργοῦ γὰρ ὑφίστησι τὴν ψυχὴν ἡ μονοειδὴς αἰτία τῶν ψυχῶν), καὶ πῶς ἡ τριάς προσήκει τῇ ψυχῇ, καὶ ἐκ ποίων γενῶν, ὅτι τῶν μέσων· ἐμεμέριστο δὲ ἀνὰ λόγον κατὰ τὴν γεωμετρικὴν τοῖς διπλασίοις καὶ συνεδέδετο πάλιν διὰ τῶν λοιπῶν μεσοτήτων (δεσμούς γὰρ αὐτὰς ἐκάλεσε) καὶ ἀνεκυκλεῖτο διὰ τοὺς κύκλους, ὅ δὴ τὴν τε ἁρμονίαν αὐτῆς καὶ τὸ εἶδος συνείληφε· καὶ γὰρ ἐπὶ τῆς ἁρμονίας ὁ μερισμὸς προηγείται τῆς ἀναλογίας καὶ ἐπὶ τοῦ εἴδους ἡ σχῖσις τῆς συναφῆς, ἔστι δὲ ἐν ἑκατέρῳ καὶ τὸ λοιπόν· ἡ τε γὰρ σύνδεσις ἔμφασιν ἔχει τῆς λύσεως (ἐκ γὰρ τῶν λελυμένων ἡ δέσις) καὶ ἀνὰ λόγον ὁ μερισμὸς τῆς συνδέσεως· ἡ γὰρ ἀναλογία δεσμῶν ὁ κάλλιστος, ὡς εἴρηται πρότερον [31 C], καὶ ἡ ψυχὴ μεμέρισται μὲν Τιτανικῶς, ἡμοστai δὲ Μουσικῶς, ἐπεὶ καὶ ἡ ὑπαρξις αὐτῆς διήρηται μὲν τριχῇ Διονυσιακῶς, συγκέκραται δὲ ζωογονικῶς. ἔτι τοίνυν τὸ τρίτον εἰς τὰς ἐν αὐτῇ δυνάμεις διήρητο, καθ’ ὃς ἀνακυκλεῖται πρὸς ἑαυτήν· οἱ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
