# In Platonis Timaeum Commentaria 2.305.1

Proclus, In Platonis Timaeum Commentaria, 2.305.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.305.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.305.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 37 A] οὔτε γὰρ τῇ πρὸς τὰ νοητὰ τῶν αἰσθητῶν οὔτε τῇ πρὸς τὰ αἰσθητὰ τῶν νοητῶν ἐφάπτεται. ταῦτα δὴ ἦν ἄμφω, τὸ τε ἀπτεσθαι καὶ τὸ μὴ ἀπτεσθαι, ἀπολύτων ἴδια θεῶν, ὡς ὁ Παρμενίδης ἐδίδασκεν. ὁρθῶς ἄρα πρότερον [p. 296, 12s] ἐλέγομεν κατὰ τὰς ἐνεργείας αὐτὴν ἐκείνοις εἰκάσθαι τοῖς θεοῖς, ὡς ἔχει κατ’ οὐσίαν γνωστικὰς τῶν τε πρὸ αὐτῆς καὶ τῶν μετ’ αὐτήν. περὶ δ’ οὖν τούτων ὤντος τοῦ λόγου πρῶτον ἡμᾶς ὑπομνησαὶ βούλεται τῶν προειρημένων, οὗ B πάρεργον ποιούμενος τὴν ἀνάμνησιν, ἀλλὰ συντελοῦσαν τοῖς ὀφθησομένοις· ἐκ γὰρ τούτων καὶ ἐκεῖνα τὴν πρέπουσαν ἔχει διάφθρωσιν. ἦν δὲ τὰ προειρημένα ταῦτα· τὸ περὶ οὐσίας τῆς ψυχῆς, τὸ περὶ ἀρμονίας, τὸ περὶ τοῦ εἴδους, τὸ περὶ τῶν δυνάμεων. ταῦτ’ οὖν ὁ Πλάτων ἀνακεφαλαιοῦμένος φησιν, ὅτι συγκέκρατο μὲν ἡ ψυχὴ πάντως ἐκ τριῶν μοιρῶν, οὐσίας, ταύτου, ἑτέρου, καὶ εἴρηται, τίς ἡ σύγκρασις, καὶ ὅτι ζωογονικὴ (μετὰ τοῦ δημιουργοῦ γὰρ ὑφίστησι τὴν ψυχὴν ἡ μονοειδὴς αἰτία τῶν ψυχῶν), καὶ πῶς ἡ τριάς προσήκει τῇ ψυχῇ, καὶ ἐκ ποίων γενῶν, ὅτι τῶν μέσων· ἐμεμέριστο δὲ ἀνὰ λόγον κατὰ τὴν γεωμετρικὴν τοῖς διπλασίοις καὶ συνεδέδετο πάλιν διὰ τῶν λοιπῶν μεσοτήτων (δεσμοὺς γὰρ αὐτὰς ἐκάλεσε) καὶ ἀνεκυκλεῖτο διὰ τοὺς κύκλους, ὅ δὴ τὴν τε ἀρμονίαν αὐτῆς καὶ τὸ εἶδος συνείληφε· καὶ γὰρ ἐπὶ τῆς ἀρμονίας ὁ μερισμὸς προηγείται τῆς ἀναλογίας καὶ ἐπὶ τοῦ εἴδους ἡ σχῖσις τῆς συναφῆς, ἔστι δὲ ἐν ἑκατέρῳ καὶ τὸ λοιπόν· ἡ τε γὰρ σύνδεσις ἔμφασιν ἔχει τῆς λύσεως (ἐκ γὰρ τῶν λελυμένων ἡ δέσις) καὶ ἀνὰ λόγον ὁ μερισμὸς τῆς συνδέσεως· ἡ γὰρ ἀναλογία δεσμῶν ὁ κάλλιστος, ὡς εἴρηται πρότερον [31 C], καὶ ἡ ψυχὴ μεμέ- C ρισται μὲν Τιτανικῶς, ἠμοσται δὲ Μουσικῶς, ἐπεὶ καὶ ἡ ὑπαρξὶς αὐτῆς διήρηται μὲν τριχῇ Διονυσιακῶς, συγκέκραται δὲ ζωογονικῶς. ἔτι τοίνυν τὸ τρίτον εἰς τὰς ἐν αὐτῇ δυνάμεις διήρητο, καθ’ ὃς ἀνακυκλεῖται πρὸς ἑαυτήν· οἱ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
