# In Platonis Timaeum Commentaria 2.307.2

Proclus, In Platonis Timaeum Commentaria, 2.307.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.307.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.307.2

12 γιγνώσκων Q 16 τῶν δύο — 17 περὶ (prius) om D 31 an αὐτή; τὴν ψυχὴν καὶ συγκεκράσθαι αὐτὴν ἐκ τούτων, διὰ μὲν τῆς συγκράσεως τὴν ἕνωσιν ἐνδεικνύμενος τῶν συνελθόντων, διὰ δὲ τοῦ ἀριθμοῦ τὴν ἀμιγῆ καθαρότητα· οὐ γὰρ ἂν ἔμενε τρία μὴ σῴζοντα τὴν οἰκεῖαν οὐσίαν ἀσύγχυτον· καὶ ὅτι περὶ μὲν τῶν μεριστῶν διαλεγόμενος εἶπεν· ὅταν οὐσίαν σκεδαστὴν ἔχοντός τινος ἑφάπτηται· τὸ τε γὰρ ‘ἔχειν’ προσῆκει τοῖς ἐπίθετον μὲν ἔχουσι τὸ οὐσιῶδες καὶ τὸ ὄν, ὑποκείμενον δὲ τὸ ἀνούσιον καὶ τὸ μὴ ὄν, καὶ τὸ τινὸς τοῖς μεριστοῖς καὶ τοῖς διαστατοῖς ὡςοῦν οἰκειότατον. ἔτι δὲ τὸ ‘ἑφάπτεσθαι’ πρεπόντως εἴρηται, διότι προσεχὼς ἡ ψυχὴ καὶ ἑφέστηκε τοῖς αἰσθητοῖς καὶ ἐξήρτηται τῶν νοητῶν, τῆς ἑπαφῆς τὴν ἕναργῆ καὶ ἄμεσον καὶ κατ’ ἐπιβολὴν ὡρισμένην ἐστώσαν γνώσιν δηλούσης καὶ τὰ αἰσθητὰ νοούσης ὡς ἑπαφητά, φησί τις θεῶν. περὶ δὲ τῶν ἀμερίστων ἥρκεσεν αὐτῷ μόνον εἰπεῖν· ὅταν δὲ ἀμέριστον· τὸ γὰρ ἁπλοῦν καὶ μονοειδὲς ἴδιόν ἐστι τῆς οὐσίας ἐκείνης· εἰ μὴ ἄρα τὸ οὐσίαν ἔχοντος δεῖ προσυπακοῦειν τῷ ἀμέρ<ιστον> ὡς κοινόν, ἵνα τὰ εἴδη λέγῃ τὰ νοητά, μετέχοντα καὶ αὐτὰ οὐσίας, ἀλλὰ ἀμερίστου μόνως. καὶ μὴν καὶ τὸ λέγειν προσφυῶς σημαίνει τὴν ψυχικὴν νόησιν· λόγος γὰρ ἐστὶν ἡ ψυχή, λόγου δὲ ἔνέργημα τὸ λέγειν ὡς νοῦ τὸ νοεῖν, ὡς φύσεως τὸ φύειν· ταῖς γὰρ οὐσίαις παρωνύμως αἱ ἀπ’ αὐτῶν ἐνέργειαι λέγονται. μὴ λανθανέτω δὴ ἡμᾶς ἐν τούτοις, ὅσα δὲ Πορφύριος ἱστόρησε περὶ τοῦ λέγειν καὶ λῆγειν, καὶ ὅτι εἰσελθὼν πρὸς τὸν Ἀμέλιον ἐξηγούμενον τὴν δόσιν ταύτην ὡς ἔχουσαν ἀντὶ τοῦ λέγειν κινουμένη λῆγει κινουμένη καὶ πράγματα ἔχοντα μὴ δυνάμενον ἑφαρμόσαι τῷ λῆγειν κινουμένην τινὰ καὶ ὡςοὦν ἐξήγησιν, ἀεὶ κινουμένης τῆς ψυχῆς ἀπαύστως, ὡς εἴρηται καὶ ἑμπροσθεν [36E], εἰπεῖν μὲν πρὸς αὐτόν, ὅτι λέγειν γραπτέον καὶ οὐχὶ λῆγειν, καὶ λυπῆσαι σφόδρα τὸν Ἀμέλιον, εὑρεῖν δὲ ὑστερον οὕτω γράφοντα καὶ τὸν Σωσικράτην, ὡς τὸν Ἀμέλιον, καὶ ἡ<σθῆναι> ἂν πᾶνυ τὸν γεν-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
