# In Platonis Timaeum Commentaria 2.309.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.309.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.309.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.309.1-2

ναῖον Ἀμέλιον, εἰ ἔγνω καὶ ἄλλον τὴν αὐτὴν δοκιμάζοντα γραφήν, ἀλλὰ προτελευτήσαντα τυχεῖν. γραπτέον δ’ οὖν καὶ ἡμῖν οὕτω, λέγει κινουμένη διὰ πάσης ἑαυτῆς, ἀλλ’ οὐχὶ λῄγει κινουμένη, ὡς ὁ Σωσι κράτης ἔκεινος καὶ ὁ 5 Ἀμέλιος ἔγραφετην, ὡς ὁ Πορφύριος ἱστόρησε· λόγου γὰρ οὐσιώδους ἐνέργεια τὸ λέγειν ἐστί. λόγος δὴ οὖν οὖσα ἡ ψυχὴ καὶ νοῦς λογικὸς λέγει καὶ νοεῖ διὰ πάσης ἑαυτῆς, ὅταν ἐφάψηται μεριστῆς οὐσίας ἢ ἀμερίστου, τί ποτὲ ἐστὶ τὸ νοηθέν, διότι δὴ καὶ ἀμέριστος ἦν καὶ μεριστή. καὶ εἰ 10 μὲν τὰ ἐν αὐτῇ γένη διηρημένα μόνον ἦν ἀπ’ ἀλλήλων, οὐκ ἂν, τῆς οὐσίας γνοῦσης τὴν οὐσίαν, ἡ πᾶσα ψυχὴ διεγίνωσκεν, εἰ δὲ συνεφθαρμένα παντελῶς, οὐκ ἂν ἦν διωρισμένη τῶν ὄντων γνώσις, οὐδὲ ὡς ἄλλο μὲν ἡ οὐσία, ἄλλο δὲ ἡ ταυτότης δυνατόν ἦν λέγειν· ἐπειδή δὲ καὶ μέ- 15 μινται ἀλλήλοις τὰ μέσα γένη καὶ ἄμικτά ἐστιν, ἕκαστόν τε ἀφωρισμένως ἡ ψυχὴ νοεῖ καὶ διὰ πάσης ἑαυτῆς, ὡς φησιν ὁ Πλάτων. εἰ δὲ λέγει κινουμένη διὰ πάσης ἑαυτῆς, δῆλον δήπουθεν, ὡς ἄρα μία τε οὖσα καὶ οὐ μία καὶ τὴν γνώσιν ἔχει κοινὴν τῶν ἄκρων καὶ διαφερούσων, καὶ 20 ὅλη λέγει περὶ πάντων ὡς μία, καὶ οὐχ ὅλη ὡς οὐ μία, καὶ ὁ τε ταύτου κύκλος ἐν τῇ γνώσει τῶν νοητῶν οἶδε καὶ τὰ αἰσθητὰ ὡς ἀπὸ παραδειγμάτων καὶ ὁ θάτερον τὰ νοητὰ γιγνώσκει ὡς ἀπ’ εἰκόνων· ἕκαστερος γὰρ τελῶς ἔχων τὸ ἑαυτοῦ γνωστὸν ἐξ ἀνάγκης ὁρᾷ καὶ τὸ εἶναι, τὸ μὲν παρά- 25 δειγμα θάτερον, τὸ δὲ εἰκόνα, ἢ ἀγνοῶν, ὅτι παράδειγμα ἢ ὅτι εἰκὼν, οὐκ οἶδεν αὐτὸ τελῶς. εἰδὼς δέ, ὅτι παράδειγμα, οἶδε καὶ οὐ ἐστὶ παράδειγμα, καὶ ὅτι εἰκὼν, οἶδε καὶ οὐ ἐστιν. εἰκότως ἄρα εἴρηται πάντα διὰ πάσης ἑαυτῆς ἡ ψυχὴ λέγειν. ταῦτα περὶ τῶν πραγμάτων. ἐπειδή δὲ 30 γράφουσί τινες ἐσφαλμένως οὐ λέγει διὰ πάσης ἑαυτῆς, ἀλλὰ λῄγει, ὡς τὸν Πορφύριον ἱστορεῖν εἴπομεν, καὶ ὅτι καὶ Ἀμέλιον οὕτω γράφοντα καὶ καταστήσασθαι μὴ δυνάμενον τὴν διάνοιαν τῆς ῥήσεως εἰπὼν χρῆναι γράφειν οὐ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
