# In Platonis Timaeum Commentaria 2.313.1

Proclus, In Platonis Timaeum Commentaria, 2.313.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.313.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.313.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 37AB] πρὸς ἕκαστον καὶ τῶν ὄντων ἕκαστον πρὸς ἕκαστον πῶς ἔχει κατὰ τὸ εἶναι ἢ κατὰ τὸ ποιεῖν ἢ κατὰ τὸ πάσχειν μᾶλιστα· ἄλλο γὰρ ὑπ’ ἄλλου πάσχει μᾶλλον, καὶ ἄλλο εἰς ἄλλο ποιεῖ μᾶλλον καὶ τῶν ὄντων καὶ τῶν γιγνομένων. ὁ δὲ πάντα ἡ ψυχὴ λέγει νοοῦσα τὰ μὲν διὰ τοῦ ταυτοῦ κύκλου, τὰ δὲ διὰ τοῦ θάτερον· πάντα γὰρ καὶ τὰ αἰσθητὰ προεἴληφε καὶ τὰς ποιήσεις αὐτῶν καὶ τὰς πείσεις· ἐπεὶ γὰρ ἐν ἐστὶ ζῶν τὸ πᾶν, ἑαυτῷ συμπανθὲς ἐστιν, ὥστε τὰ γεγονό-μενα πάντα μέρη τῆς τοῦ παντὸς ἐστὶ ζωῆς, ὥσπερ δράμα-τος ἑνός, οἷον εἴ τις τραγωδίας ποιητὴς δράμα ποιήσας, ἐν φ καὶ θεῶν ἐπιφοιτήσεις καὶ ἡρώων φωνὰς καὶ ἄλλων προσώπων *** ἐφήκε τοῖς βουλομένοις τῶν ὑποκριτῶν ἢ τῶν ἡρωϊκῶν προστήναι ὁήσεων ἢ ἄλλων τινῶν, αὐτὸς ὁ πάντων τῶν λεγομένων περιέχων τὴν μίαν αἰτίαν, τοιούτων δὲ νοεῖν καὶ ἐπὶ τῆς ὅλης ψυχῆς, ὅτι δὴ πᾶσαν ὑποστήσασα τὴν τοῦ κόσμου ζωὴν μίαν οὖσαν καὶ ποικίλην, οἷον ζῶον πολυ-κέφαλον κατὰ πάσας φθεγγόμενον τὰς κεφαλὰς καὶ τῇ μὲν Ἑλληνικὴν, τῇ δὲ βάρβαρον φωνὴν ἀφίεν, πάντων περιέχει τῶν γιγνομένων τὰς αἰτίας, τὰ μὲν καθ’ ἕκαστα τοῖς καθό-λου, τὰ δὲ συμβεβηκότα ταῖς οὐσίαις, τὰ δὲ μέρη τοῖς ὅλοις γνωθόσκονσα, πάντα δὲ κατὰ τὸ ἐν αὐτῇ θεῖον ἀπλῶς· θεὸς γὰρ ἢ θεὸς καὶ τὰ μερικὰ γιγνώσκει καὶ τὰ παρὰ φύσιν καὶ πάντα ἀπλῶς, κἂν αὐτὴν εἴπης τὴν ὅλην· πᾶν γὰρ ὅ,τι περ ἂν λάβης, ἐν ἐστὶ καθ’ ἐκ τοῦ ἑνός. θεία οὖν ἡ πάντων ἀπλῶς καὶ αὐτόθεν γνώσις.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
