# In Platonis Timaeum Commentaria 2.314.2

Proclus, In Platonis Timaeum Commentaria, 2.314.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.314.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.314.2

νῷ μὲν κατέχει τὰ νοητά, αἰσθήσιν δὲ ἐπάγει κόσμοις· οὕτω γὰρ καὶ ὁ ψυχικὸς λόγος ἐν τῇ ψυχῇ φερόμενος, ὡς καὶ ἑαυτὸν καὶ ἐκείνην πᾶσαν κινεῖν, περὶ τε τὴν ἑτερότητα καὶ τὴν ταυτότητα, τὰς τε νοητὰς καὶ τὰς αἰσθητάς, ποτὲ μὲν δόξας καὶ πίστεως ἀποτελεῖ, ποτὲ δὲ νοῦν καὶ ἐπιστήμην, γιγνόμενος μὲν ἀληθὴς καὶ οὐκ ὢν, καθάπερ αὐτὸς ὁ νοῦς (ἐκεῖνος γὰρ ἦν ὡς ἀληθής), κατὰ ταὐτὸν δὲ ἀληθής, ἢ ὡς ἅμα γιγνώσκων ἅμφω, τὰ τε ὄντα καὶ τὰ γιγνόμενα, ἢ ὡς ἀεὶ τοιοῦτος ὢν καὶ οὐ ποτέ, καθάπερ ὁ τῶν μερικῶν ψυχῶν λόγος· οὗτος γὰρ οὐκ ἀεὶ ὡσαύτως ἀληθής, πλάνης καὶ ἀγνοίας ἀναπιμπλάμενος κατὰ τὴν γένεσιν· ἢ γιγνόμενος μὲν ἀληθής, ὡς μεταβατικὸς ἐν ταῖς γνώσεσι ταῖς διτταῖς, κατὰ ταὐτὸν δὲ ἀληθής, ὡς ὅλον ἀεὶ τὸ εἶδος περιλαμβάνων ἕκαστον γνωστοῦ καὶ μὴ κατὰ τὸν ἡμέτερον λόγον ἀνελίττων καὶ τῶν εἰδῶν ἕκαστον, ἀλλὰ πᾶν ὅπερ ὁρᾷ, θεώμενος ἅμα ὅλον· ἡμεῖς γὰρ ἄλλῳ καὶ ἄλλῳ τοῦ αὐτοῦ προσπίπτοντες οὐ κατὰ ταὐτὸν ὁρῶμεν, ἀλλὰ κατὰ μέρος ἕκαστον· ἢ καὶ κατὰ ταὐτὸν περὶ τε τὸ ἕτερον καὶ περὶ τὸ ταυτόν, ἀπλῶς περὶ τὸ νοητὸν καὶ περὶ τὸ αἰσθητὸν ὡσαύτως ἀληθὴς γιγνόμενος, ὡς ἅμα ἅμφω γιγνώσκων, ἢ ταὐτὸν καὶ ἢ ἕτερον, ὅπως ὁρᾷ καὶ λέγει ἕτερον ἐκ ἑτέρου τὴν πρόοδον ἔχειν. τὸ οὖν κατὰ ταὐτὸν εἶναι δηλωτικὸν τοῦ κατὰ μίαν ἐπίβολην ἀμφοτέρων εἶναι τὸν λόγον τοῦτον γνωριστικόν, τοῦ τε ὡς ἕτερου καὶ τοῦ ὡς ταυτοῦ· τούτων γὰρ ἔχων ὁμοῦ τὴν μεταβατικὴν γνώσιν γιγνόμενός ἐστιν ἀληθὴς οὗτος ὁ λόγος, οὗ ἢ μὲν ἐνἔργεια τὸ λέγειν * * * καὶ τοῦ ἐν τῷ αἰσθητῷ μέντοι ὄντος ταυτοῦ καὶ ἑτέρου· τούτου γὰρ ἔργον ἐστὶν ἰδεῖν καὶ ὅτῳ τὰ νοητὰ διέστηκε τῶν αἰσθητῶν· δεῖ γὰρ ἐν τι εἶναι τὸ γνωστικὸν ἀμφοῖν, ἵνα λέγῃ τὰ μὲν ἄλλα, τὰ δὲ ἄλλα εἶναι τὰ νοητὰ τῶν αἰσθητῶν. ἐν δὲ τῷ ὑπ’ αὐτοῦ κινουμένῳ φερόμενός ἐστιν ὡς προϊὼν εἰς τοὺς διττοὺς κύκλους καὶ κινῶν ἑαυτὸν τε καὶ ἐκείνους· ἢ γὰρ φορὰ τὴν πρό-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
