# In Platonis Timaeum Commentaria 2.315.4

Proclus, In Platonis Timaeum Commentaria, 2.315.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.315.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.315.4

20 ἢ ... ἢ D: ἢ ... ἢ Q *** ὅπως ci s 23 γνωστικὸν D οδον δηλοι τὴν ἀπὸ τῆς μιᾶς γνώσεως μεριζομένην εἰς τὰς διττὰς γνώσεις. ὁ δὲ λόγος αὐτὸς ἐνοειδὴς ἐστι γνώσις τῶν τε νοητῶν καὶ τῶν αἰσθητῶν, ἢ τί τὸ ἐν αὐτῇ λέγον, ὅτι ἄλλο τὸ νοητὸν καὶ ἄλλο τὸ αἰσθητὸν ἢ τὸ ἄμφω εἶδος, πρὸ ἀμφοῖν ὧν τῶν διηρημένως ταῦτα εἰδότων· ἐπεὶ καὶ μονὰς ἐστιν ἡ ψυχὴ καὶ δυάς, καὶ ἐστιν ὅπη κατὰ μίαν γνῶσιν ἡνωμένος περιέχει τὰ τε νοητὰ καὶ τὰ αἰσθητά, καὶ αὖ πάλιν τὰ μὲν κατὰ τὸν ταυτοῦ κύκλον, τὰ δὲ κατὰ τὸν ἑτέρου. ὡς οὖν ἐπὶ τῆς οὐσίας τὸ μοναδικὸν προηγείται τοῦ δυοειδοῦς, ὡς ἐπὶ τῆς ἁρμονίας, ὡς ἐπὶ τοῦ εἴδους, ὡς ἐπὶ τῶν δυνάμεων, οὕτω καὶ ἐπὶ τῶν γνωστικῶν ἐνεργειῶν ὁ εἰς λόγος τῶν διηρημένων προκατάρχει γνώσεων. καὶ εἰ- C ρηταί μοι ταῦτα πολλάκις διὰ τὴν τῶν ἐξηγητῶν περὶ ταῦτα πλάνην. ταῦτα γοῦν καὶ ὁ Πλάτων ἐνδεικνύμενος εἶπε φέρεσθαι τὸν λόγον αὐτὸν ἀληθῆ περὶ ἀμφοτέρα γιγνόμενον, τὸ τε νοητὸν καὶ αἰσθητόν, εἰς τὸ ὑπ’ αὐτοῦ κινοῦμενον, ὁ δὴ ἐστι τῶν κύκλων ἑκάτερος, φέρεσθαι δὲ ἄνευ φθόγγου καὶ ἤχης· ὁ γὰρ ἐνδον λόγος τούτων οὐδὲν δεῖται παντελῶς, ἀλλ’ ὁ προφορικός· ὧσει ἔλεγεν, ὅτι πάσης τῆς εἰς τὸ ἔξω φερομένης ἐνεργείας ὁ λόγος οὗτος ἔχει κίνησιν τελειοτέραν· ὁ γὰρ φθόγγος καὶ ὁ ἦχος τῶν αἰσθητῶν κινήσεων εἴληπται σύμβολα. φερόμενος δ’ οὖν ὁ ἐνδον λόγος, ἄτε ἡνίοχος ὧν καὶ κινῶν τῶν κύκλων ἑκάτερον, διττὰς ἀποτελεῖ γνώσεις ἐν ἡμῖν, ὡς ἐφεξῆς ὁ Πλάτων παραδίδωσιν. εἰ δέ, ὡς ἐν τοῖς ἀκριβεστέροις εὕρομεν τοῖς κεκο- 25 λασμένοις, μὴ γράφοιτο ἐν τῷ ὑπ’ αὐτοῦ κινοῦμένῳ, ἢν’ ἐπὶ τὸν λόγον ἔχῃ τὴν ἀναφορὰν, ἀλλὰ τῷ ὑφ’ ἑαυτοῦ κινοῦμένῳ, πᾶσων ἂν δηλοῖη τοῦτο τὴν ψυχήν, ἀπὸ τοῦ ὁρισμοῦ σημαίνων αὐτήν· τὸ γὰρ ὁριστὸν τῷ ὁρισμῷ ταυτόν πῶς ἐστι. τὸν τοίνυν λόγον φερόμενον ἐν τῇ ψυχῇ — ταύ- 30 D τὴν γὰρ εἶναι τὸ ὑφ’ ἑαυτοῦ κινοῦμενον — τότε μὲν τῶν αἰσθητῶν, τότε δὲ τῶν νοητῶν γιγνώσκειν τὸ ταυτὸν καὶ ἕτερον. καὶ ἔοικε μάλιστα τὴν γνῶσιν ταῦτα χαρακτηρίζειν, ὥσπερ τὴν ζωὴν κινήσεις καὶ στάσεις· διὸ καὶ διαφερόντως

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
