# In Platonis Timaeum Commentaria 2.317.4

Proclus, In Platonis Timaeum Commentaria, 2.317.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.317.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.317.4

Ἐν δὴ τούτοις περὶ τῆς τῶν αἰσθητῶν διαλέγεται γνώσεως, ὅπως ὁ λόγος ὁ ἐν τῇ ψυχῇ τοῦ παντὸς ἀπογεννᾷ τὴν γνῶσιν ταύτην, ὅτι τὸν θάτερον κύκλον κινῶν καὶ τοὺς ἐν αὐτῷ λόγους τοὺς προϋσταμένους τῆς διακοσμήσεως τῶν ὅλων, καὶ ἀκλινῆ φυλάττων αὐτόν· ἡ γὰρ ὀρθότης δηλοῖ μὲν καὶ τὴν ὀρθοδοξίαν, ὡς ὁ τε Πορφύριος ἐξηγήσατο καὶ ὁ Ἰάμβλιχος ἐπέκρινε, δηλοῖ δὲ καὶ τὸ ἀδάμαστον ἐν τῇ προνοίᾳ καὶ τὸ ἀρρεπές· οἰκεῖον γὰρ νοήσει μὲν ἡ ἄκμητος καὶ ὀξυκίνητος δύναμις, προνοίᾳ δὲ καὶ γονίμοις ἐνεργείαις ἡ ἀμείλικτος καὶ ἀκλινής, καὶ ἀμερίστῳ μὲν οὐσία καθαρότης νοήσεως, μεριστῇ δὲ ἡ ἄχραντος ἐνέργεια. Ἐ ἀμέριστον μὲν οὖν τὸν ὀρθὸν κύκλον, <μεριστὸν δὲ> τὸν μὴ ἀκριβῆ κύκλον, ἀλλὰ μετέχοντά πως τῆς εὐθείας ἄκουει, διότι φέρεται τε εἰς τὸ ἔκτὸς ἡ γνῶσις τῶν αἰσθητῶν καὶ εἰς αὐτὴν πάλιν ἀνακάμπτει τὴν ψυχὴν, ὡς μήτε εὐθεῖαν εἶναι μόνον οἷα ἡ τῆς αἰσθήσεως γνῶσις, μήτε κύκλον οἷα ἡ τῆς διανοίας. Ἰάμβλιχος δὲ πᾶν τοῦτο ἀπεδοκίμασεν ὡς ταῖς ἀνθρωπίναις γνώσεσιν, ἀλλ’ οὐ ταῖς θείαις προσῆκον. ὅταν τοίνυν ὁ ἡλίος κινῇ τὸν θάτερον κύκλον, ὁ δὲ ἀρρεπὴς μένων καὶ εἰς αὐτὸν ἐπεστραμμένος τοὺς λόγους ἀνεγεῖρη τῶν αἰσθητῶν καὶ εἰς πᾶσαν διαγγείλη τὴν ψυχὴν, οἷον ἕκαστὸν ἔστι τῶν αἰσθητῶν — πᾶσα γὰρ ἡ ψυχὴ γυγνώσκει κατὰ τοῦτον μέντοι τὸ αἰσθητὸν πᾶν· καὶ γὰρ ὁ ταύ-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
