# In Platonis Timaeum Commentaria 2.323.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.323.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.323.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.323.1-2

Τοῦτω τίνα φησί; πότερον νοῦν καὶ ἐπιστήμην; ταῦτα γὰρ εἴρηται προσεχῶς· ἢ οὐ πᾶσαν περιλήψεται τὴν ψυχήν, οὐκοῦν τὸν γε ἑτέρου κύκλον; ἢ μᾶλλον τὰς διττὰς συζυγίας εἶπε, δόξαν καὶ πίστιν, μίαν μὲν ταύτην, νοῦν τε καὶ ἐπιστήμην· δευτέρα γὰρ αὕτη· διὰ δὲ τούτων πᾶσαν περιλήψεται τὴν ψυχήν. πᾶν οὖν τὸ δεκτικὸν νοῦ καὶ ἐπιστήμης καὶ δόξης καὶ πίστεως ψυχὴ ἐστι· πᾶσαι γὰρ αἱ γνώσεις αὗται καὶ λογικαὶ εἰσι καὶ μεταβατικαί, καὶ διότι μὲν λογικαί, τῶν ἀλόγων ἐξήρηνται δυνάμεων, διότι δὲ μεταβατικαί, τῆς νοερᾶς ὑφεῖνται γνώσεως· καὶ γὰρ εἰ ἔστιν ἐπιστήμη καὶ νοῦς ἐν τοῖς νοητοῖς, ἀλλ’ οὐκ ἐγγίγνεται αὐτοῖς, ἐν δὲ τῇ ψυχῇ καθάπερ εἶπεν ἐγγίγνεσθον, διότι δὴ κατὰ μέθεξιν ἐπιστημῶν· μετέχει γὰρ τῆς αὐτοεπιστήμης· καὶ γὰρ οὐσίωτο κατὰ μέθεξιν (ἀπὸ γὰρ τῶν πρώτων γενῶν τὰ μέσα πρόεισι), καὶ ἡρμοστο παραπλησίως (ἀπὸ γὰρ τῆς αὐτοαρμονίας ἢ ἐν αὐτῇ), καὶ ἐσχημάτιστο ὁμοίως (τὸ γὰρ νοερὸν σχῆμα παντοίων σχημάτων περιληπτικόν), καὶ δυνάμεις εἶχεν ὡσαύτως· αἱ γὰρ νοεραὶ καὶ νοηταὶ δυνάμεις πρὸ αὐτῆς ἦσαν, κίνησιν τε ἀπὸ τῶν γενῶν τοῦ ὄντος ὑπεδέξατο καὶ γνῶσιν ἀπὸ τῆς δημιουργικῆς νοήσεως, οὐ δὴ καὶ ἡ στάσις ἀναφαίνεται· πᾶσα γὰρ γνῶσις στάσις τίς ἐστι καὶ περίληψις τοῦ γνωστοῦ καὶ ἔφαρμογὴ πρὸς τὸ γνωστόν. μετέχει μὲν οὖν καὶ ἡ κίνησις τῆς ὅλης ψυχῆς γνώσεως, καθόσον ἑαυτὴν γιγνώσκει καὶ εἰς ἑαυτὴν βλέπουσα κινεῖ, μετέχει δὲ καὶ ἡ γνῶσις κινήσεως, καθόσον μεταβατικὴ ἐστιν. ἰδίως δὴ ἡ μὲν κινητικὴ ἐνέργεια κατὰ τὴν κίνησιν ἀφορίζειται, ἡ δὲ γνωστικὴ κατὰ τὴν στάσιν, καὶ μᾶλλον ὁ ἑτέρου κύκλος κινητικὸς ἐστι, μᾶλλον δὲ ὁ ταυτοῦ γνωστικός, διότι καὶ προσῆκει ταυτότητι μὲν στάσις, ἐτερότητι δὲ κίνησις, ἔστι δὲ καὶ ἐν τῷ ἑτέρου γνῶσις καὶ ἐν τῷ ταυτοῦ κίνησις, ὥσπερ καὶ ἐν ἐκείνῳ μὲν ταυτότης, καὶ ἐν τούτῳ δὲ καὶ ἐτερότης· ὅλη γὰρ δι’ ὅλης ἡ ψυχὴ μετέχει τῶν γενῶν τοῦ ὄντος. Μέχρι δὴ τούτων ἡ ψυχο-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
