# In Platonis Timaeum Commentaria 2.324.2

Proclus, In Platonis Timaeum Commentaria, 2.324.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.324.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.324.2

[Τί βούλεται ἡ ψυχογονία; ἐπειδή ἡ ψυχὴ πλήθος καὶ πρώτη τῶν συνθέτων, συντέθεται δὲ οὐκ ἐξ ἀπειρῶν, ἀλλ’ ἐξ ἡριθμημένων καὶ τούτων οὐκ ἀσυντάκτων, ἀλλὰ ἡρμοσμένων, εἰκότως καὶ ἀριθμοὶ καὶ ἀρμονία ἐν τῇ γενέσει αὐτῆς παρελήφθησαν. ἐπειδή δὲ πάσης ἀναλογίας καὶ πάσης ἀρμονίας ἀρχὰς περιέχει, κόσμου οὖσα ψυχή, οὐδεμία ἀναλογία παρεῖται. ὅτι δὲ θεὸς ὁ συνιστάς, τὸ θειότερον τῶν γενῶν παρεῖληπται τὸ διατονικόν· ἐνθεαστικὸν γάρ. καὶ κατ’ ἀρχὰς μὲν, ὅτι ἡ τε οὐσία καὶ ταὐτὸν παρελαμβάνετο καὶ θάτερον, τὸ πρὸ τῶν μερῶν ὅλον αὐτῆς ὑφίστατο, νῦν δὲ διὰ τῆς ψυχογονίας τὸ ἐν τοῖς μέρεσιν ὅλον· καὶ γὰρ διαιρεῖ καὶ ἐνοῖ τὰ μέρη ὁ δημιουργὸς διὰ τῶν ἀναλογιῶν, διὰ δὲ τῶν κύκλων ἡ ἐν ἑκάστῳ ὁλότης τῶν μερῶν παραδίδεται. καὶ ληπτέον, ὅτι ὁ δημιουργὸς ὁ ἐν τῷ Τιμαίῳ ὁ μετὰ πάντων τῶν δημιουργῶν ἐνεργῶν ἐστι· καὶ γὰρ τέμνει Τιτανικῶς εἰς ἑπτὰ καὶ ἐνοῖ Ἀπολλωνιακῶς καὶ σωματουργεῖ καὶ σχηματίζει ὡς τὸν Ἥφαιστον ἔχων καὶ ὁρίζει τὰ μέτρα τῶν ἀνόδων καὶ καθόδων, καὶ νόμους εἰμαρμένους ἐγγράφει ὡς τὴν Ἀνάγκην ἔχων. Σκοπὸν δεῖ ἔχειν εἰς τὴν ψυχογονίαν <ἥ> εἰς τὴν οὐσίαν αὐτῆς ἀναπέμπειν τὰ λεγόμενα ἢ εἰς τὰ ὑπ’ αὐτῆς διοικούμενα, μᾶλλον δὲ εἰς ἄμφω· τὰ γὰρ ἐν τῷ κόσμῳ ὑπὸ τῶν κατ’ οὐσίαν ἐν αὐτῇ ὑπαρχόντων ἐστίν. Ὅτι δεῖ ζητεῖν, τίνες αἱ μεσότητες, τίνες οἱ πολλαπλάσιοι λόγοι, οἱ ἐπιμόριοι, οἱ ἐπιμερεῖς, τί τὸ λείμμα, τίνες αἱ ἑπτὰ μοῖραι, διὰ τί εἰς τὸ τετράκις διὰ πασῶν καὶ διὰ πέντε καὶ τόνον προῆλθε τὸ διάγραμμα. Ὅτι τριῶν οὐσῶν τῶν μεσοτήτων, γεωμετρικῆς, ἀριθμητικῆς, μουσικῆς, ἡ μὲν στερεὰ ἀναλογία ἡ ἐκ τῶν τριῶν συγκειμένη ἰσότης τῆς Θέμιδος, ἀφ’ ἧς πᾶσα τάξις, αἱ δὲ τρεῖς τῶν τριῶν θυγατέρων, Εὐνομίας Δίκης καὶ Εἰρήνης· ἡ ἀριθμητικὴ τῆς Εἰρήνης, τῷ ἴσῳ ὑπερεχούσης καὶ ὑπερεχομένης, ἡ καὶ ἐν τοῖς συναλλάγμασι χρῶμεθα ἐν εἰρήνῃ, δι’ ἣν καὶ τὰ στοιχεῖα ἥρεμεῖ· ἡ δὲ γεωμετρικὴ τῆς Εὐνομίας, ἣν καὶ Διὸς κρίσιν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
