# In Platonis Timaeum Commentaria 2.34.1

Proclus, In Platonis Timaeum Commentaria, 2.34.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.34.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.34.1

26 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 31C 32A] δὲ τοῦτον πρὸς τὸ ἔσχατον, καὶ ἀπὸ τοῦ ἔσχατου πάλιν ἐπὶ τὸ μέσον, ἀπὸ τοῦτον δὲ ἐπὶ τὸ πρῶτον. διότι καὶ προόδον παρέχεται καὶ ἐπιστροφὴν τοῖς σώμασιν ὁ τοιοῦτος δεσμός, ἀπὸ τοῦ μέσου μὲν ἀρχόμενος, διότι συνοχικὸς ἐστὶ καὶ B ἐνοποιὸς καὶ κατὰ ταύτην τὴν ἰδιότητα ἀφόρισται, προϊὼν δὲ ἀπὸ τοῦ πρώτου διὰ τοῦ μέσου ἐπὶ τὸ ἔσχατον, ὡς ἐκτείνων καὶ ἐξαπλῶν ἑαυτὸν μέχρι τῶν τελευταίων, ἀνατρέχων δὲ ἀπὸ τοῦ ἔσχατου πρὸς τὸ πρῶτον, ὡς ἐπιστρέφων πάντα διὰ τῆς ἀρμονίας ἐπὶ τὴν αἰτίαν τὴν νοητήν, ἀφ’ ἧς καὶ ἡ διαίρεσις γέγονε τῆς φύσεως καὶ ἡ διάστασις τῶν σωμάτων. ἐπιστρέφοντα γὰρ πρὸς ἐκείνην καθ’ ἕνα κύκλον καὶ μίαν τάξιν καὶ εἰμὸν ἕνα τῶν δευτέρων εἰς τὰ πρὸ αὐτῶν ἀνηρημένων ἕνα τὸν κόσμον καὶ ὁμοιότατον ἀποτελεῖ πρὸς τὸ νοητόν· ὡς γὰρ ἐκεῖ πάντα ἤνωται ἀλλήλοις, οὕτως ἐνταῦθα πάντα ἡμοῦται, καὶ ὡς ἐκεῖνα προελθόντα ἀπὸ τοῦ ἀγαθοῦ πρὸς αὐτὸ πάλιν ἐπέστραπται διὰ τῆς ἐν αὐτοῖς ἀγαθότητος καὶ τῶν νοητῶν ἐνάδων, οὕτω δὴ καὶ ταῦτα προελθόντα ἀπὸ τοῦ δημιουργοῦ πρὸς αὐτὸν πάλιν ἐπέστραπται διὰ τοῦ δεσμοῦ τούτου καὶ μερισθέντος καὶ διὰ πάντων αὐτῶν διαπεροιητοῦς καὶ πάντα συνδεόντος· μιμεῖται γὰρ τὴν ἐν τῷ δημιουργῷ τάξιν ἢ τῶν σωμάτων τούτων θέσις. ἐτι τοίνυν καὶ τὸ μέσον ἐν τούτοις πάντα ἐστὶ, καὶ τὰ ἔσχατα τὸ μέσον· ἐστι γὰρ πάντα ἐν πᾶσι καὶ μετέχει τῆς ἀλλήλων φύσεως· μιμεῖται γὰρ καὶ ταύτῃ τὸν νοητὸν κόσμον ὁ αἰσθητός, καὶ ὥσπερ ἐν ἐκείνῳ πάντα ἐν πᾶσίν ἐστιν, ἀλλ’ οἰκείως ἐν ἑκάστῳ, νοητῶς μὲν ἐν τῷ νοητῷ, νοερώς δὲ ἐν τῷ νῷ, καὶ ὁλικῶς μὲν ἐν τοῖς ὅλοις, μερικῶς δὲ ἐν τοῖς μερίκοις, τὸν αὐτὸν τρόπον καὶ ὁ αἰσθητὸς C κόσμος πάντα ἔχει κατὰ πάσας ἑαυτοῦ τὰς μοῖρας· καὶ γὰρ τὸ πῦρ καθόσον ἀπτόν ἐστι, γῆς μετέχει, καὶ ἡ γῆ καθόσον ὁρατόν, πυρός, καὶ ὑγρότητος ἑκάτερον· ἢ μὲν γὰρ κολλᾶται δι’ αὐτῆς, καὶ συνῆζεται καὶ ἐνοῦται τὸ σκιδνόμενον αὐτῆς, τὸ δὲ τρέφεται καὶ αὐξεται ὑπ’ αὐτῆς· ὥστε τὰ ἔσχατα τὸ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
