# In Platonis Timaeum Commentaria 2.38.1

Proclus, In Platonis Timaeum Commentaria, 2.38.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.38.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.38.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 32AB] δύο, ἢ ἐναντία ἢ οὐκ ἐναντία. εἰ δὲ οὐκ ἐναντία, πάλιν οὐκ ἔσται ποίησις οὐδὲ πάθος ἐν τοῖς σώμασιν οὐδὲ ἀντίθεσις οὐδὲ ἐν τοῖς ἔχουσι γένεσιν γένεσις. εἰ δὲ ἐναντία, δεῖται ταῦτα μεσότητος. ἀλλ’ εἰ τοῦτο, ἢ μία ἢ μεσότης ἢ δύο· ἀλλὰ μίαν ἀδύνατον· οὐ γάρ ἐστιν ἐπίπεδα τὰ στοι- C χεῖα· δύο ἄρα αἱ μεσότητες. εἰ δὲ δυοῖν δύο τὰ μέσα, τὰ πάντα τέτταρα. ὅτι μὲν οὖν τοσαῦτα στοιχεῖα τῶν ἀριθμῶν ἀρκεῖ πρὸς τὸ πᾶν, διὰ τούτων δῆλον. Φέρε δέ, εἰ δοκεῖ, πρῶτον ὥσπερ καὶ ἐν ταῖς προειρημένοις τὸ μαθηματικὸν αὐτὸ καθ’ αὑτὸ συντόμως ἀναλάβωμεν, ἐπεὶ οὐτωσί καὶ τὴν φυσικὴν θεωρίαν προσεγάγομεν τῇ λέξει· πῶς γὰρ δυοῖν ὁμοίων ἐπιπέδων μία μεσότης καὶ δύο στερεῶν ὁμοίων δύο μεσότητες, ἐπὶ τῶν ἀριθμῶν καθ’ ἑαυτοὺς θεασόμεθα· τὸ γὰρ ἀρχοειδὲς τῶν ἀριθμῶν καὶ αὐτοφνὲς πρὸ τῆς γεωμετρικῆς ἀνάγκης ἀσπαστόν. ἔστωσαν δὴ οὖν δύο τετράγωνοι τὸ πρῶτον ἀριθμοί, ἐννέα καὶ ἕκκαιδεκα, πλευρὰς ἔχοντες ὁ μὲν ἐλάττων δηλαδὴ τὸν τρία, ὁ δὲ μεῖζων τὸν τέσσαρα. ταύτας πολλαπλασιάσαντες καὶ τὸν δυοκαίδεκα ποιήσαντες ἀναλογίαν ἔξομεν ἐν τρισὶν ὅροις, τοῖς ἐννέα, δυοκαίδεκα, ἕκκαιδεκα. ἀλλὰ δὴ εἰλήφθωσαν ἀριθμοὶ δύο μὴ τετράγωνοι μὲν, ὅμοιοι δ’ οὖν ὅμως ἐπίπεδοι, καὶ ἔστωσαν ὀκτωκαίδεκα καὶ τριακονταδύο, ὁ μὲν ἀπὸ τριάδος καὶ ἐξάδος γενόμενος, ὁ δὲ ἀπὸ τετράδος καὶ ὀγδοάδος. ἐὰν τοίνυν D πολλαπλασιάσωμεν ἢ τὴν τριάδα ἐπὶ τὴν ὀγδοάδα ἢ τὴν ἐξάδα ἐπὶ τὴν τετράδα, ἔσται ἡμῖν ὁ τέσσαρα καὶ εἴκοσι γεγονώς, ἀναλογία συνδένων τὸν ὀκτωκαίδεκα πρὸς τὸν δύο καὶ τριάκοντα κατὰ τὸν ἐπίτριτον λόγον. τούτου δὲ αἴτιον τὸ τὰς πλευρὰς αὐτῶν τὸν αὐτὸν ἔχειν λόγον. εἰ μὲν οὖν αἱ τῶν παραληφθέντων ἀριθμῶν πλευραὶ μηδένα δέχοιντο μέσον αὐτῶν ἀνὰ λόγον, πάντες οἱ ἐκ τούτων ἐπίπεδοι γεγονότες ὅμοιοι μιᾷ συνδεθήσονται μεσότητι κατὰ τὸν εἰρημένον

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
