# In Platonis Timaeum Commentaria 2.40.1-2

Proclus, In Platonis Timaeum Commentaria, 2.40.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.40.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.40.1-2

τῶν κύβων· χρήσιμον δὲ καὶ τοῦτο πρὸς τὴν φυσιολογίαν ἡμῖν ἔσται. πάλιν, εἰ μὴ κύβοι μὲν εἶεν, στερεοὶ δὲ ὅμοιοι, δύο μέσους ἕξουσιν ἀνὰ λόγον ἀριθμούς. ἔστωσαν γὰρ ὅμοιοι δύο στερεοὶ ὁ τε εἰκοσιτέσσαρα καὶ ὁ ἑκατὸν ἑνενήκονταδύο, πλευραὶ δὲ αὐτῶν τοῦ μὲν δυνάς, τριάς, τετράς, τοῦ δὲ τετράς, ἕξας, ὀγδοάς, [καὶ] ἀπὸ μὲν δὴ δυνάδος καὶ τριάδος καὶ ὀγδοάδος ἔσται ὁ τεσσαράκοντα καὶ ὀκτῶ, ἀπὸ δὲ τετράδος καὶ ἕξδος καὶ αὐθὶς τετράδος ὁ ἑνενήκονταἕξ· καὶ ἔσται ἀναλογία συνεχὴς κατὰ τὸν διπλάσιον λόγον ἐν ὅροις τοῖς εἰκοσιτέσσαρα καὶ τεσσαράκοντα καὶ ὀκτῶ καὶ ἑνενήκονταἕξ καὶ ἑκατὸν ἑνενήκονταδύο. ἅνταῦθα δὲ τῶν μέσων ἕκαστος δύο μὲν ἔχει πλευρὰς τοῦ παρ’ αὐτὸν τῶν ἄκρων ὁμοίου στερεοῦ, μίαν δὲ ἑτέρου, καθάπερ ἐπὶ τῶν προειρημένων. τῶν ἄρα ὁμοίων στερεῶν δύο μεσότητες ἕξάρχουσιν, ὥσπερ δὴ καὶ αὐτὸς φησιν, ὅτι τὰ στερεὰ δύο μεσότητες προσαρμόττουσι, μία δὲ οὐδέποτε. τί οὖν; φαίη τις ἂν· δύο στερεῶν ἀριθμῶν τοῦ τε ἑξηκοντατέσσαρα καὶ τοῦ ἑπτακόσια εἰκοσιεννέα οὐχὶ μία μόνη μεσότης ἐστίν, ὁ διακόσια δεκαἕξ; ἔστι γὰρ ὁ μὲν ἑξηκοντατέσσαρα κύβος ἀπὸ τετράδος, ὁ δὲ ἑπτακόσια εἴκοσι καὶ ἕννεα κύβος ἀπὸ τῆς ἑννεάδος γεγωνώς, καὶ ὁ μὲν ψκθ τοῦ σις τριπλάσιος καὶ ἐπιτριμερὴς ὀγδών, ὁ δὲ σις ὡσαύτως τοῦ ξδ· ἔχει γὰρ ἕκαστος τὸν λοιπὸν τρίς καὶ τρία ὀγδοα αὐτῶν. καὶ οὐκ ἐπὶ τούτων μόνον, ἀλλὰ καὶ ἐπ’ ἄλλων· οὗτοι γὰρ εἰσιν οἱ ἐλάχιστοι τῶν τοῦτο ἐπιδεχομένων. ἀλλὰ B ῥητέον πρὸς αὐτόν, ὅτι οἱ ῥηθέντες ἀριθμοὶ κύβοι τέ εἰσιν ἅμα καὶ τετράγωνοι, ὁ μὲν ἀπὸ τῆς ὀγδοάδος, <ὁ> ἑξηκοντατέσσαρα, ὁ δὲ ἀπὸ τοῦ εἴκοσι καὶ ἑπτά, ὁ ἑπτακόσια καὶ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
