# In Platonis Timaeum Commentaria 2.40.7

Proclus, In Platonis Timaeum Commentaria, 2.40.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.40.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.40.7

23 ξδ MQ: ἕξηκοντατέσσαρα P 24 αὐτοῦ ci Kroll 25 οἱ ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 32 AB] εἴκοσι καὶ ἕννεα. μία οὖν αὐτῶν ἡ μεσότης οὐ καθὸ κύβοι, ἀλλ’ ἡ τετραγωνικὸν ἔχουσιν ἴδιωμα· τὴν γὰρ τετραγωνικὴν πλευρὰν τοῦ ἐξηκοντατέσσαρα, λέγω δὴ τὴν ὀγδοάδα, πολλά-πλασιάσας ἐπὶ τὸν εἴκοσι καὶ ἑπτά — πλευρὰ δὲ οὗτος τε-τραγωνικὴ τοῦ ἑπτακόσια καὶ εἴκοσιεννέα — μέσον ἀνὰ λόγον ἀπέφηνε τὸν σις κατὰ τὴν παραδεδομένην μέθοδον τῆς τοῦ μέσου τῶν τετραγώνων εὐρέσεως. τοῖς ἄρα στερεοῖς οὐ καθ-όσον εἰσὶ στεροὶ χρησάμενος μιᾷ μεσότητι συνέδησεν αὐ-τούς· εἰ δὲ ἡ στερεοὶ καὶ ἡ κύβοι θεωρήσειεν αὐτούς, δύο μεσότητες ἔσονται καὶ ἐν τούτοις, ὁ μὲν ἑκατὸν τεσσαρα-κοντατέσσαρα γενόμενος ἀπὸ τοῦ τετράκις τέσσαρα καὶ τοῦτο ἑνάκις, ὁ δὲ τριακόσια καὶ εἴκοσι καὶ τέσσαρα γενοὺς ἀπὸ τοῦ ἑνάκις ἕννεα καὶ τοῦτο τετράκις. Δημόκριτος δὲ ἀπορήσας, πῶς εἴρηται δύο ἐπιπέδων εἰς μέσος ἀνὰ λόγον ἐμπίπτειν — δυνατὸν γὰρ λαβόντα τέτταρας γραμμὰς ἐξῆς ἀνὰ λόγον δεικνύναι καὶ τὰ ἀπ’ αὐτῶν τετράγωνα ἀνὰ λόγον, ὥστε δύο ἄκρων ἐπιπέδων δύο μέσοι ἀνὰ λόγον ἐμπίπτουσι — καὶ εἰπὼν ἄλλους εἰς ἄλλας ἐμβεβλησθαι ταραχὰς διὰ τὴν ἀπορίαν ταύτην καὶ ἐπὶ τὸν διπλασιασμὸν τοῦ κύβου καὶ τὰς τοιαύτας ζητήσεις ἐκπεσεῖν, αὐτὸς φησιν οὐ τῶν τυχόν-των ἐπιπέδων ἕνα μέσον ἐμπίπτειν τὸν Πλάτωνα λέγειν οὐδὲ αὐ τῶν τυχόντων στερεῶν, ἀλλὰ τῶν ὁμοίων καὶ ἐν ὁτῷ λόγῳ καὶ κατ’ ἀριθμοὺς τεταγμένους τὰς πλευρὰς ἔχοντων· τὰ γὰρ ὑπὸ θεοῦ τοῦ δημιουργικοῦ γιγνόμενα ὅπτά πρὸς ἀλλήλα ἐστι καὶ ἀριθμοῖς διαπεποικίλται δημιουργικοῖς, ὡς αὐτὸς ἔρει προειληθὼν [39 CD], καὶ τοὺς ἐπιπέδους χρή καὶ τοὺς στερεοὺς ἀριθμοὺς τοὺς ὁμοίους παραλαμβάνειν καὶ ἐπὶ τούτων δράν τὴν ἀλήθειαν τοῦ λόγου τοῦ Πλατωνικοῦ. πῶς μὲν οὖν δύο δοθεισῶν εὐθειῶν δυνατὸν δύο μέσας ἀνὰ λόγον λαβεῖν, ἡμεῖς ἐπὶ τέλει τῆς πραγματείας εὕρόντες

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
