# In Platonis Timaeum Commentaria 2.45.1

Proclus, In Platonis Timaeum Commentaria, 2.45.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.45.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.45.1

κατὰ φύσιν εἶεν δεόμενοι συνδέσμων ἄλλων, εἰ ταὐτὸν ἔχοιεν πάντες εἶδος; πῶς δ’ ἂν οἱ μέσοι <καὶ> κοινωνοῖεν τοῖς ἄκροῖς καὶ διαφέροιεν αὐτῶν κατὰ τὰς πλευράς, εἰ πάντες εἶεν κύβοι; δῆλον οὖν ἐστι τὰς μεσότητας ὡς ἀληθῶς μεσότητας λαβὼν καὶ οὕτως εἰπὼν μίαν οὐδέποτε μεσότητα, δύο δὲ ἀεὶ συνάπτειν τὰ στερεά, πάσης μεσότητος, ὧν ἐστι μεσότης, τοῦτοῖς καὶ κοινωνίαν καὶ διαφορὰν ἐθελούσης ἔχειν· καὶ γὰρ αὐτὸ καθ’ αὑτὸ τὸ λέγειν πάντα τὰ στερεὰ συνάπτεσθαι διὰ δύο μεσοτήτων ἄπειρα ποιεῖ τὰ μέσα. δῆλον δὴ οὖν, ὅτι τὰ πλεῖστον διεστῶτα λαμβάνει καὶ κατὰ πάντα ἠναντιωμένα καὶ ἔχοντα πάσας τὰς πλευρὰς ἀντιθέτους πρὸς πάσας, αἳ τινές εἰσιν ἐπὶ τῶν φυσικῶν σωμάτων αἱ δυνάμεις, ἵνα τῶν μέσων τὸ μὲν ἔχῃ τὴν πρὸς ἕτερον τῶν ἄκρων πλείονα κοινωνίαν, ἑλάσσονα δὲ πρὸς τὸ λοιπόν, τὸ δὲ ἀνάπαλιν. εἰ μὴ ἄρα καὶ ἐκεῖνο ἀληθές, ὅπερ ἔλεγε ὁ ἡμέτερος καθηγημέων· ἔλεγε δέ, ὅτι δεῖ λαμβάνειν τὸν αὐτὸν ἐν ταῖς μεσότησι λόγον, ὃς ἐστὶν ἐν ταῖς πλευραῖς τῶν ἄκρων. οἷον εἰ ὁ μὲν εἴη κύβος ὀκτώ, ὁ δὲ ἑπτὰ καὶ εἴκοσι, τὰς μεσότητας αὐτῶν εὑρίσκομεν, εἰ λάβοιμεν τὰς πλευρὰς αὐτῶν, τὸν δύο καὶ τρία, καὶ ποιήσαιμεν αὐτοὺς ἐπ’ ἀλλήλους καὶ ἐπὶ τὸν ἐξ ἀμφοῖν ἑκάτερον· ἔσονται γὰρ οἱ μέσοι διὰ τοῦ ἡμιολίου λόγου συνάπτοντες τοὺς ἄκρους, ὅσπερ ἦν καὶ ἐν ταῖς ἐξ ἀρχῆς πλευραῖς τῶν κύβων. τοῦ τοίνυν αὐτοῦ λόγου ὄντος ἐν τε ταῖς πλευραῖς τῶν κύβων καὶ ἐν τοῖς μέσοις δύο ἐξ ἀνάγκης οἱ μέσοι, φαίη ἂν ὁ Πλάτων. καὶ τοῦτο συμφωνότερον πρὸς τὴν προκειμένην φυσιολογίαν· καὶ γὰρ ἐν ταῖς δυνάμεσι τῶν στοιχείων καὶ ἐν τοῖς ἀπλοῖς εἴδεσι πρὸ τῶν συνθέτων ἐντίθησιν ὁ δημιουργὸς τὴν κοινωνίαν. ἡμεῖς δὲ ἐλαμβάνομεν δι’ ὀκταπλασίου λόγου συναπτομένους τοὺς ἄκρους, ὧν αἱ πλευραὶ τὸν ὀκταπλασίον οὐκ εἶχον λόγον· Β ἐν διπλασίῳ γὰρ λόγῳ τοῦ μέσου ληφθέντος οἱ ἄκροι τὸν τετραπλασίον ἔξουσιν· οἷον ἐπὶ τῶν ἐκκειμένων τριῶν ὄρων εἰ λάβοιμεν τέταρτον ἀνὰ λόγον, εὑρήσομεν, ὅτι ὡς ἡ πλευρὰ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
