# In Platonis Timaeum Commentaria 2.47.1

Proclus, In Platonis Timaeum Commentaria, 2.47.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.47.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.47.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 32AB] θηματικοῦ σώματος, οὕτω δὴ καὶ τὸ ἔνυλον εἶδος καὶ ἡ δύναμις ἢ τῶν σωμάτων μορφὴ καὶ πέρας ἐστὶ τῶν ὑποκειμένων. οὕτω δὲ τούτων διηρημένων ἐπὶ μὲν τῶν ἀπλῶν ἐξαρχεῖν τὴν μίαν μεσότητα, διότι τῶν λόγων καὶ τῶν εἰδῶν D 5 καὶ ἐπὶ ζωῆς ἐστιν ἑτερότης, καὶ κατὰ τοὺς κοινούς συνδέσμους τῶν λόγων <καὶ τῶν εἰδῶν> καὶ τῆς ζωῆς μία γίνεται μεσότης· ποιότης οὖν ποιότητι καὶ δύναμις δυνάμει μονοειδῶς συμπλέκεται κατ’ αὐτὴν τὴν ἑτερότητα καὶ ταυτότητα τῶν εἰδῶν. ἐπὶ δὲ τῶν συνθέτων εἰκῶς δύο μεσότητες· ἢ γὰρ διὰς συνθέσεώς τε καὶ διαφέσεως πᾶσης χορηγός. ἕκαστον δὲ τῶν συνθέτων ἐκ πλειόνων ἐστὶν οὐσιῶν καὶ δυνάμεων, διὸ πλείους αἱ μεσότητες, καὶ αὗται διτταὶ τοῦλάχιστον· ἄλλη γὰρ κατὰ τὸ εἶδος μεσότης καὶ ἄλλη κατὰ τὸ ὑποκείμενον. ἡμεῖς δὲ ἐπόμενοι ταῖς φυσικαῖς ἀρχαῖς οὕτωσί λέγωμεν, ἀφ’ ὧν ὁ Πλάτων παραδόσει προοὐόν τὰς ἀφορμὰς λαμβάνοντες. ἄνωθεν δὲ μᾶλλον ἑητέον. τῶν δὴ φυσικῶν εἰσὶ τινες, οἱ τῶν στοιχείων ἑκάστῳ μίαν δεδοκᾶσι δύναμιν, τῷ μὲν πυρὶ θερμότητα, τῷ δὲ ἀέρι ψυχρότητα, τῷ δὲ ὕδατι ὑγρότητα, τῇ δὲ γῇ ξηρότητα, πάντη διαμαρτάνοντες οὕτοι τῆς ἀληθείας· πρῶτον μὲν, ὅτι κόσμον καὶ τάξιν ἀναιροῦσι· τὰ γὰρ ἐναντιωτάτας ἔχοντα τὰς δυνάμεις, εἰ μὴ καὶ κοινόν τι σχολή, πρὸς ἄλληλα συναρμοσθῆναι ἀδύνατον. ἐπεὶδ’, ὅτι τὰ ἐναντιώτατα σύγγενες ἀλλήλων ποιοῦσι, τὸ θερμὸν τῷ ψυχρῷ καὶ τὸ ὑγρὸν τῷ ξηρῷ· δεῖ δὲ τὰ μαχόμενα πορωστέροω ποιεῖν τῶν ἥττον ἀλλοτρίων· τοιαύτη γὰρ ἢ τῶν ἐναντίων φύσις. τρίτον τοίνυν τὰ πρῶτα δύο πρὸς τὰ ἐφεξῆς οὐδεμίαν ἔχει συμπάθειαν, ἀλλ’ ἔσται ἀπηρτημένα ἀλλήλων. τί γὰρ δὴ κοινὸν ὑγρότητι καὶ ψυχρότητι, οὐκ ἔστιν εἰπεῖν. καὶ ἐπὶ τούτοις ἄπασιν στερεὰ ὄντα τὰ στοιχεῖα δι’ οὐδεμιᾶς μεσότητος συναφθήσεται ἀλλήλοις· δέδεικται δέ, ὅτι οὐδὲ διὰ μιᾶς ποτε δυνατόν ἢ στερεὰ συνάπτεσθαι, μὴ ὅτι γε ἀμέσως· τοῖς γὰρ ἀδιαστάτοις πάντη τοῦτο προσήκει μόνοις. ἄλλοι δὲ τινες,

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
