# In Platonis Timaeum Commentaria 2.51.2-2.52.25

Proclus, In Platonis Timaeum Commentaria, 2.51.2 to 2.52.25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.51.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.51.2

1 εὐκίνητον ἄμβλυ P 3 καὶ αὐτὰ τὰ M 5 διὰ τὴν ὁμοιότητα MP: ὁμοιότητι Q 7s εἰς ὁ κόσμος M 9ss cf. schol. M 10 ιβ τῷ ιη P δύο μὲν 5 τούτου om MP 11 τρεῖς MQ 16s καλέσομεν P 18 λέγομεν P 22 δὲ MQ: μὲν P 23 δυεῖν MQ 27 γὰρ om M τὰ τριπλᾶς ἔχοντα δυνάμεις ἐναντίας οὐδέποτε μία συναρ- μόσει μεσότης. Οὕτω δὴ πυρός τε καὶ γῆς ὕδωρ ἄερα τε ὁ θεὸς ἐν μέσῳ θεὶς καὶ πρὸς ἀλλήλα καθόσον δυνατόν ἦν ἀνὰ τὸν αὐτὸν λόγον ἀπεργασάμενος, ὅ,τι περ πρὸς ἄερα πῦρ, τοῦτο ἄερα πρὸς ὕδωρ, καὶ ὅ,τι ἄηρ πρὸς ὕδωρ, τοῦτο ὕδωρ πρὸς γῆν, συνέδησε καὶ συνε- στήσατο οὐρανὸν ὁρατὸν καὶ ἅπτον [32B]. Οἱ μὲν τῶν Πλατωνικῶν ὑπὸ τῶν Ἀριστοτέλους λόγων ἐξωσθέντες μίαν ὕλην τῶν στοιχείων παθητὴν ἐπὶ πάντα διατείνουσι τὸν κόσμον, οὐδὲν διαφέρων τῷ οὐρανῷ διδόντες, ὡς τοῦ Πλάτωνος ταῦτα πρεσβεύοντος, τὴν περὶ τοῦ πέμπτου σώματος παράδοσιν εἰς δὴ τινὰς βαρβαρικὰς δόξας ἀποπεμ- πόμενοι· ταύταις γὰρ ἐπόμενον τὸν Ἀριστοτέλη τὸ πέμπτον εἰσαγαγεῖν στοιχεῖον· καὶ πῶς αἰνίσκεται τοῦτο κἀκεῖνος τῶν βαρβάρων τηρήσεις ἐπιμαρτυρόμενος τῆς τοῦ αἰθέρος ἀεὶ τῆς αὐτῆς οὐσίας κινήσεως. οἱ δὲ εἶναι μὲν τὸν οὐρανὸν ἑτέρας οὐσίας εἴρηκασιν, ὡς καὶ εἶδος ἕτερον ἔχοντα ζωῆς καὶ κί- νησιν ἀπλουστέραν καὶ φύσιν ἀιδιωτέραν, τὸν δὲ γε Πλά- τωνα νῦν περὶ τῶν ὑπὸ σελήνην διαλέγεσθαι στοιχείων καὶ ταῦτα ταῖς ἀναλογίαις διακοσμεῖν, πρὸς μὲν τὰ πράγματα λέγοντες ὀρθῶς καὶ πρὸς τὴν Πλάτωνος γνώμην, τὸ διά- φορον εἶναι τὴν οὐρανοῦ φύσιν τῶν μεταβλητῶν καὶ ὄντως ἐνύλων πραγμάτων, ἀμελοῦντες δὲ ἡμῶν καὶ τῶν Πλατωνικῶν δημάτων, ἐν οἷς φησιν ὁ φιλόσοφος, ὅτι συνέδησε καὶ συνέ- στησε τὸν οὐρανὸν διὰ τῆς ἀναλογίας τῶν τεττάρων στοι- χείων, καὶ πάλιν προειδὼν [40A], ὅτι ἐκ πυρὸς τὴν πλεί-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
