# In Platonis Timaeum Commentaria 2.53.1

Proclus, In Platonis Timaeum Commentaria, 2.53.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.53.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.53.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 32B] οὐν, εἰ δοκεῖ, φυλάττοντες ἀμφότερα, τὸν τε ὅλον κόσμον ἐκ τῶν τεττάρων εἶναι στοιχείων καὶ τὸν οὐρανὸν ἑτέρας οὐσίας, τὰς προκειμένας διασαφῆσωμεν συλλαβὰς καὶ πρῶτον ἐκεῖνο διορίσωμεν· ἀνάγκη γὰρ ἢ ἄλλο εἶναι πάντη τὸ οὐράνιον τῶν τεττάρων, πέμπτον, ὡς φασί τινες, στοιχεῖον, ἢ ἐκ τῶν τεττάρων εἶναι καὶ τὸν οὐρανόν, ἢ ἐξ ἑνὸς τινὸς τῶν τεττάρων, ἢ ἐκ πλειόνων ἑνός, καὶ εἰ ἐκ τῶν τεττάρων, ἢ τῶν αὐτῶν κατ’ εἶδος τοῖς ὑπὸ σελήνην, ἢ [ὑπ’] ἄλλων. ἀλλ’ εἰ μὲν ἄλλο τὸ στοιχεῖον ἐκεῖνο παρὰ τὰ τέσσαρα, πῶς φησιν ὁ Πλάτων ἐκ τῶν τεττάρων εἶναι τὸν ὅλον κόσμον; εἰ δὲ ἐξ ἑνὸς τῶν τεττάρων, πῶς ἔχει μικρὸν ὑστερον ἐκ πλείστου πυρός εἶναι τὰ ἄστρα; εἰ δὲ ἐκ πλειόνων ἑνός, πῶς οὐκ ἀτελὲς ἔσται τὸ θεῖον σῶμα μὴ πάντα ἔχον, τῆς γῆς πάντα ἔχούσης καὶ ὅλως τῶν ὑπὸ σελήνην; εἰ δὲ ἐκ πάντων αὐτῶν, πῶς ἐκεῖ μὲν ἄλυτος αὐτῶν ἢ σύνθεσις, ἐνταῦθα δὲ λυτή; οὐ γὰρ διὰ τὴν ἰσοκρατείαν ἄλυτα ἔσται. πόθεν γὰρ ἰσοκρατείας οὖσης ἢ ποικιλία; πῶς δὲ πλεῖστον εἶναι φησιν ἐκεῖ πῦρ ὁ Πλάτων, ἰσοκρατῶν ὄντων; εἰ δὲ ἐξ ἄλλων, πῶς ἀπλὴν κινεῖται κίνησιν ἐκεῖνα σύνθετα ὄντα; ποῦ δὲ αἱ ὁλότητες τῶν ἐκεῖ μεμιγμένων; τοιούτων δὴ τῶν ἀπόρων ὄντων βέλτιον λέγειν, ὅτι πᾶς μὲν ὁ οὐρανὸς ἐκ πυρὸς ἐστιν ἐπικρατοῦντος, περιέχει δὲ κατ’ αἰτίαν καὶ τὰς τῶν ἄλλων στοιχείων δυνάμεις, οἷον τὴν στερεότητα καὶ τὴν ἑδραιότητα τῆς γῆς, τὸ κολλητικὸν καὶ ἐνωτικὸν τοῦ ὕδατος, τὴν λεπτότητα καὶ τὴν διαφάνειαν τοῦ ἀέρος· ὡς γὰρ ἡ γῆ πάντα περιέχει χθονίως, οὕτως ὁ οὐρανὸς πάντα πυρίως· ὥστε καὶ τὸ ἐν τὸ ἐπικρατοῦν καὶ τὰ ἄλλα περιελλήπται ἐν αὐτῷ κατ’ αἰτίαν. δεῖ δὲ νομίζειν, ὅτι οὐδὲ τὸ πῦρ ἐκεῖνο τούτῳ τῷ ὑπὸ σελήνην ταυτόν, ἀλλ’ ἐκεῖνο μὲν θεῖον πῦρ, ζωῇ συνυφασμένον μίμημά τε τοῦ νοεροῦ πυρός, τὸ δὲ ἐνταῦθα ὄντως ἐνυλον καὶ γενητὸν καὶ φθαρτόν.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
