# In Platonis Timaeum Commentaria 2.55.3

Proclus, In Platonis Timaeum Commentaria, 2.55.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.55.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.55.3

μέσση δὲ ζώνη βαθυνηχέος οἴδμα θαλάσσης· πυμάτη δὲ βάσις χθονὸς ἐνδοθι δίζαι· ἀπὸ δὲ τούτων τῶν δημιουργικῶν αἰτίων γίνεται πρόοδος τῶν τεττάρων τούτων εἰς τὸ πᾶν — οὐχ εὐθὺς εἰς τὸν ὑπὸ σελήνην κόσμον· πῶς γὰρ τὰ ἀνλότατα τῶν ἐνυλοτάτων ἀμέσως ὑποστατικὰ καὶ τὰ ἀκίνητα τῶν πάντη κινουμένων; οὐδαμοῦ γὰρ ἡ πρόοδος ἀμέσως ἐστὶ τῶν πραγμάτων — ἀλλὰ κατὰ τινὰ εὐτάκτον ὕφεσιν, καὶ διὰ τῶν προσεχῶν αἱ ἀπογεννήσεις ἐπιτελοῦνται, καθάπερ δὴ καὶ αὐτῶν τῶν στοιχείων μετὰ τὸ πῦρ οὐ τὸ ὕδωρ, τὸ ἥττον αὐτῷ κοινωνοῦν, ἀλλ’ ὁ ἀήρ, οὐδὲ αὐτῷ τῷ ἀέρι ἡ γῆ, ἀλλὰ τὸ ὕδωρ, ἵνα διὰ τῶν οἰκείων καὶ συγγενῶν καὶ σμιχρῶν τὴν παραλλάξιν ποιουμένων ἡ πρόοδος ἡ ἐπὶ τὸ ἔσχατον γένηται. πῶς οὖν τῶν νοερῶν καὶ δημιουργικῶν καὶ ὅλων στοιχείων εὐθὺς ἡ ἀπογέννησις εἰς τὰ ἔνυλα καὶ σκεδαστὰ καὶ σκοτεινὰ ταῦτα γενήσεται; ταῦτα μὲν γὰρ ὑπὸ τῶν νέων θεῶν πλάττεσθαι δύναται, καὶ μάλιστα καθόσον ἔχει τὴν σύστασιν ἀπτήν· ὁ δὲ δημιουργὸς μειζόνων ἐστὶ καὶ καλλίωνων πατήρ. ἐπειδὴ τοίνυν τὰ ἐν αὐτῷ τῷ δημιουργῷ στοιχεῖα νόες εἰσὶ καὶ νοερὰi δυνάμεις ἀμεδέκτοι, τίς ἂν εἴη πρώτη πρόοδος αὐτῶν; ἢ δήλον, ὅτι νοεραι μὲν ἐτι μένουσι δυνάμεις, μετεχόμεναι δὲ ὑπὸ τῶν ἐγκοσμίων· ἀπὸ γὰρ τοῦ ἀμεδέκτου νοῦ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
