# In Platonis Timaeum Commentaria 2.55.6

Proclus, In Platonis Timaeum Commentaria, 2.55.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.55.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/2.55.6

πυμάτη δὲ βάσις χθονὸς ἔνδοθι ρίζαι· ἀπὸ δὲ τούτων τῶν δημιουργικῶν αἰτίων γίνεται πρόοδος τῶν τεττάρων τούτων εἰς τὸ πᾶν — οὐκ εὐθὺς εἰς τὸν ὑπὸ σελήνην κόσμον· πῶς γὰρ τὰ ἀυλότατα τῶν ἐνυλοτάτων ἄμέσως ὑποστατικὰ καὶ τὰ ἀκίνητα τῶν πάντη κινουμένων; οὐδαμοῦ γὰρ ἡ πρόοδος ἄμέσως ἐστὶ τῶν πραγμάτων — ἀλλὰ κατὰ τινὰ εὐτάκτον ὕφεσιν, καὶ διὰ τῶν προσεχῶν αἱ ἀπογεννήσεις ἐπιτελοῦνται, καθάπερ δὴ καὶ αὐτῶν τῶν στοιχείων μετὰ τὸ πῦρ οὐ τὸ ὕδωρ, τὸ ἥττον αὐτῷ κοινωνοῦν, ἀλλ’ ὁ ἀὴρ, οὔδ’ αὐτῷ τῷ ἀέρι ἡ γῆ, ἀλλὰ τὸ ὕδωρ, ἵνα διὰ τῶν οἰκείων καὶ συγγενῶν καὶ ὁμικρῶν τὴν παραλλάξιν ποιουμένων ἡ πρόοδος ἡ ἐπὶ τὸ ἔσχατον γένηται. πῶς οὖν τῶν νοερῶν καὶ δημιουργικῶν καὶ ὅλων στοιχείων εὐθὺς ἡ ἀπογέννησις εἰς τὰ ἔνυλα καὶ σκεδαστὰ καὶ σκοτεινὰ ταῦτα B γενήσεται; ταῦτα μὲν γὰρ ὑπὸ τῶν νέων θεῶν πλάττεσθαι δύναται, καὶ μάλιστα καθόσον ἔχει τὴν σύστασιν ἀπτήν· ὁ δὲ δημιουργὸς μείζονων ἐστὶ καὶ καλλίωνων πατήρ. ἐπειδή τοίνυν τὰ ἐν αὐτῷ τῷ δημιουργῷ στοιχεῖα νόες εἰσὶ καὶ νοεραὶ δυνάμεις ἀμέθεκτοι, τίς ἂν εἴη πρώτη πρόοδος αὐτῶν; ἢ δῆλον, ὅτι νοεραὶ μὲν ἔτι μένουσι δυνάμεις, μετεχόμεναι δὲ ὑπὸ τῶν ἐγκοσμίων· ἀπὸ γὰρ τοῦ ἀμεθέκτου νοῦ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
